Ezechiel

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὅτι ἐγγὺς ἡμέρσ. τοῦ κυρίου ἡμέρα, πέρας ἐθνῶν ἔσται.

καὶ ἤ ξει μάχαιρα ἐπʼ Αἰγυπτίους, καὶ ἔσται ταραχὴ ἐν γῇ Αἰθιοπίᾳ, καὶ συμπεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ καὶ συμπεσεῖται αὐτῆς τὰ θεμέλια.

Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ.

καὶ πεσοῦνται τὰ ἀντιστηρίγματα Αἰγύπτου, καὶ καταβήσεται ἡ ὕβρις τῆς ἰσχύος αὐτῆς ἀπὸ Μαγδώλου ἕως Συήνης· μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ, λέγει Κύριος.

καὶ ἐρημωθήσεται ἐν μέσῳ χαωρῶν ἠρημωμένων, καὶ αἱ πόλεις αὐτῶν ἐν μέσῳ πόλεων ἠρημαωμένων ἔσονται·

καὶ γνώσονται ὅτι ἐγὼ εἰμι Κύριος, ὅταν δῶ πῦρ ἐπʼ Aἴγυπτον καὶ συντριβῶσι πάντες οἱ βοηθοῦντες αὐτῇ.