Ezechiel
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ θαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει Κύριος. καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσιν,
καὶ αἱ θυγατέρες αὐτῆς ἐν πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται· καὶ γνώσονται ὅτι ἐγὼ Κύριος.
ὅτι τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σέ, Σόρ, τὸν Ναβουχοδονοσὸρ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ βορρᾶ· βασιλεὺς βασιλέων ἐστίν, μεθʼ ἵππων καὶ ἁρμάτων καὶ ἱππέων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα.
οὗτος τὰς θυγατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ, καὶ δώλσει ἐπὶ σέ προφυλακὴν καὶ περιοικοδομήσει, καὶ ποιήσει ἐπὶ σέ κύκλῳ χάρακα καὶ περίστασιν ὅπλων, καὶ τὰς λόγχας αὐτοῦ ἀπέναντί σου δώσει·
τὰ τείχη σου καὶ τοὺς πύργους σου καταβαλεῖ ἐν ταῖς μαχαίραις αὐτοῦ.
ἀπὸ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν, καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ καὶ τῶν τροχῶν τῶν ἀρμάτων αὐτοῦ σεισθήσεται τὰ τείχη σου, εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου ὡς εἰσπορευόμενος εἰς πόλιυ ἐκ πεδίου,
ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὐτοῦ καταπατήσουσίν σου πάσας τὰς πλατείας· τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ, καὶ τὴν ὑπόστασίν σου τῆς ἰσχύος ἐπὶ τὴν γῆν κατάξει.
καὶ προνομεύσει τὴν δύναμίν σου, καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου, καὶ καταβαλεῖ σου [*](2 ου] ων AQ Σορ] οι λοιποι Τυρος Qmg 3 Κυριος] pr αδωναι AQ AQ ιδου εγω επι σε Σορ] adscr θʼ ?? Q? τοις κυμασιν] pr εν A 4 κατα- βαλουσιν] καταβαλουσι BbQ | καταβαλουσι] καθελουσιν AQmg (σι) λικ- μησω] λικμησουσιν A | αυτην] σε A 5 εν μεσω θαλασσης] εμμ. της θ. A εν τη θαλασση Qmg λελαληκα] ελαλησα AQ Κυριος] pr κς AQ τοις εθνεσιν (-σι Bᵇ)] om τοις A 6 εν πεδιω] αι εν τω παιδιω A ?? αι εν πεδιω Q αναιρεθησονται] πεσουνται A οτι] διοτι Q εγω] ειμι A 7 οτι] δια τουτο A Κυριος] pr αδωναι AQ om ρπσγω Β* (ha) Bᵃb ᵐᵍ) om σε Q βασιλεα] + βασιλεα A μεθ] μετα A om και ιππεων A εθνων πολλων] πολιης εθνων A σφοδρα sub ?? Q? 8 θυρας B* (θυγατερας Bᵃᵇ) και περιοικοδ. sub ?? Q?? ποιησει] περιποιησει A κυκλω] + σου A περιστασιν] βελοστασεις AQmg τας λογχας] τους κριους Qmg απεναντι σου] επι σε A 9 ταις μα χαιροις] τοις οπλοις Qmg 10 κατακαλυψει] καλυψ ει A om και 1⁰ A της φωνης] om της A ιππων Q om εισπορευομενου αυτου τας πυλας σου ως Q* (hab Qmg εισπορευομενος] pr ο A 11 πασας τας πλατειας σου AQ της ισχυος σου A 12 τα υπαρχοντα] τον πλουτον A )