Ezechiel
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ δώσω ἐκδίκησίν μου ἐπὶ τὴν Ἰδουμαίαν ἐν χειρὶ λαοῦ μου Ἰσραήλ, καὶ ποιήσουσιν ἐν τῇ Ἰδουμαίᾳ κατὰ τὴν ἀργὴν μου καὶ κατὰ τὸν θυμόν μου· καὶ ἐπιγνώσονται τὴν ἐκδίκησίν μου, λέγει Κύριος.
Διὰ τοῦτο τάδε λέγει Κύριος Ἀνθʼ ὧν ἐποίησαν οἱ ἀλλόφυλοι ἐν ἐκδικήσει καὶ ἐξανέστησαν ἐκδίκησιν, ἐπιχαίροντες ἐκ ψυχῆς τοῦ ἐξαλεῖψαι ἕως ἑνός,
διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς ἀλλοφύλους, καὶ ἐξολεθρεύσω Κρῆτας, καὶ ἀπολῶ τοὺς καταλοίπους τοὺς κατοικοῦντας τὴν παραλίαν·
καὶ ποιήσω ἐν αὐτοῖς ἐκδικήσεις μεγάλας, καὶ ἐπιγνώσονται διότι ἐγὼ Κύριος, ἐν τῷ δοῦναι τὴν ἐκδίκησίν μου ἐπʼ αὐτούς.
Καὶ ἐγενήθη ἐν τῷ ἑνδεκάτῳ ἔτει μιᾷ τοῦ μηνὸς ἐγένετο [*](AQΓ)[*](7 αποιω] απολεσω Q κωρων] χειρων Ι επιγνωση BᵃᵇAQ 8, 12 pr tit τη Μωαβ τη Ιδουμαια Qmg sup Κυριος] pr αδωναι AQ Μωαβ] + και Σηειρ AΓ et (sub α'θ'ο' ?? ) Q om ουχ A) οικος] pr ο A Ισρ sub ?? Q 9 5Μωαβ] + απο των ποιεων AQ) om απο ποιεων Q αυτου] ουτων Q Θασι- μουθ] Bεθασιμουθ Bᵇ⁽ᵛiᵈA Βαιθασιμουθ Q* Βαιθʼ Ιασιμουθ Qᵃ επαναγωγης] επανω πηγης BᵃbAQ 10 γενηται μνεια A Αμμων 2⁰] + εν τοις εθνεσιν A et (sub αθʼ ?? ) Q 11 εις] εν A 12 Κυριος] pr αδωναι AQ Ιουμαια Q* (Ιδ. Qᵃ) εν τω εκδικησαι] του εκδ. A 13 Κυριος] pr αδωναι AQ 14 εκδικησιν 1⁰] pr την A οργην] + του θυμου A om και κατα τον θυμον μου A Κυριος] κς ras A pr αδωναι Q 15 pr tit τοις αλλο- φυλοις Qmg sup Κυριος] pr αδωναι AQ εκ ψ χης του εξαλειψαι εως ενος] του διαφθειραι εκ ψυχης κατ εχθραν αιωνιον Qmg ενος] αιωνος AQ 16 Κυριος] pr αδωναι AQ εκτεινω Q εξελεθρευσω Q* ᵛᵈ εξολεθρ. Qᵃ Κρητας] κριτας Σιδωνος A ?? τους Κρητας Q* (κριτ.Qmg) την παραλιαν] την παραθαλασσιαν AQmg της παραλιας Q* 17 αυτοις] αυται B αυταις Bab μεγαλας] + (sub θʼ ?? ) εν ελεγμοις θυμου Q Κυριος] pr αδωναι Q δουναι] + με A X XVI 1 pr tit τη Σορ Qmg sup εγενηθη] εγενετο A ενδεκατω] δωδελατω A μηνος] του πρωιου A )
Υἱὲ ἀνθρώπου, ἀυθʼ οὗ εἶπ εν [*](B) Σὸρ ἐπὶ Ἰερουσαλήμ Εὖγε συνετρίβη, ἀπόλωλεν τὰ ἔθνη, ἐπεστραφη πρὸς μέ, ἡ πλήρης ἠρήμωται
διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σόρ, καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλὰ ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμασιν αὐτῆς.
καὶ καταβαλοῦσιν τὰ τείχη Σόρ, καὶ καταβαλοῦσι τοὺς πύργους σου, καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπʼ αὐτῆς, καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν·