Threni seu Lamentationes

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

    Κώφ.

  1. Ἐκάλεσα τοὺς ἐραστάς μου, αὐτοὶ δὲ παρελογίσαντό με·
  2. οἱ ἱερεῖς μου καὶ οἱ πρεσβύτεροί μου ἐν τῇ πόλει ἐξέλειπον,
  3. ὅτι ἐζήτησαν βρῶσιν αὐτοῖς ἴνα ἐπιστρέψωσιν ψυχὰς αὐτῶν,
  4. καὶ οὐχ εὗρον.

    Ῥήχς.

  1. Ἵδε, Κύριε, ὅτι θλίμβομαι· ἡ κοιλία μου ἐταράχθη,
  2. καὶ ἡ καρδία μου ἐστράφη ἐν ἐμοί
  3. ὅτι παραπικραίνουσα παρεπικράνθην,
  4. ἔξωθεν ἠτέκνωσεν μάχαιρα ὥσπερ θάνατος ἐν οἴκῳ.