Baruch

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Κύριε, κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ ἐννόησον εἰς ἡμᾶς· κλῖνον, Κύριε, τὸ οὗς σου καὶ ἄκουσον.

ἄνοιξον ὀφθαλμούς σου καὶ ἴδε ὅτι οὐχ οἱ τεθνηκότες [*]( Ιουδα] + του αγαγειν (αναγαγειν Q* εφ ημας κακα μεγαλα AQ (sub ?? AQΓ θʼ Qᵇᵍ) Γ 2 ουκ] pr α ΑQΓ εποιηθη]| Ιεlποιηlσε]ν. Γ vid εποιησεν] εποιηθη AQΓ Μωυση] Μωσεζως Γ 3 υιοῦ] υιων A σαρκος (2⁰) Γ 4 αβατον (αναβ. Q*)] pr εις AQ πασιν A κυκλω 2⁰] + ημων AQ 5 Κυ ριω θεω] τω κω θω A κω τω θω Q 7 om α 2⁰ Q 8 αυτων] αυτου A 9 και 2⁰] οις Qmg επηγαγεν AQ ο κυριος] om ο A 11 om και νυν A |εν 2⁰] pr και AQ τερασι Qa 12 πασι Qα δικαιωμασι Qᵃ 13 aπο- στραφητω] + δη AQ 14 σου] pr του ονοματος AQᵐᵍ 15 συ] + ει Q επε- κληθη] επικεκληται AQ 16 om εις A Κυριε 2⁰] κς B ακουσον] εισακουσον A 17 ανοιξον] pr και A + κε AQ οφθαλμους] pr τους A τεθνεωτες A)

354
[*](B) ἐν τῷ ᾅδῃ, ὧν ἐλήμφθη τὸ πνεῦμα αὐτῶν ἀπὸ τῶν σπλάγχνοων αὐτῶν, δώσουσιν δόξαν καὶ δικαίωμα τῷ κυρίῳ·

ἀλλὰ ἡ ψυχὴ αὐτοῦ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος, ὃ βαδίζει κύπτον καὶ ἀσθενοῦν, καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες καὶ ἡ ψυχὴ ἡ πεινῶσα δώσουσίν σοι δόξαν καὶ δικαιοσύνην, Κύριε.

ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον κατὰ πρόσωπόν σου, Κύριε ὁ θεὸς ἡμῶν,

ὅτι ἐνῆκας τὸν θυμόν σου καὶ τὴν ὀργήν σου εἰς ἡμᾶς, καθάπερ ἐλάλησας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν

Οὕτως εἶπεν Κύριος Κλίνατε τὸν ὥμον ὑμῶν καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καθίσατε ἐπὶ τὴν γῆν ἣν δέδωκα τοῖς πατράσιν ὑμῶν·

καὶ ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς Κυρίου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος,

ἐκλείψειν ποιήσω ἐκ πόλεων Ἰούδα καὶ ἔξωθεν Ἰερουσαλὴμ φωνὴν εὐφροσύνης καὶ φωνὴν χαρμοσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἄβατον ἀπὸ ἐνοικούντων.

καὶ οὐκ ὴκούσαμεν τῆς φωνῆς σου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος, καὶ ἔστησας τοὺς λόγους σου οὓ ς ἐλάλησας ἐν χερσὶν τῶν παίδων σου τῶν προφητῶν τοῦ ἐξενεχθῆναι τὰ ὀστᾶ βασιλέων ἡμῶν καὶ τὰ ὀστᾶ τῶν πατέρων ἡμῶν ἐκ τοῦ τόπου αὐτῶν.

καὶ ἰδού, ἔστιν ἐξεριμμένα τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός· καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς, ἐν λιμῷ καὶ ἐν όομφαίᾳ καὶ ἐν ἀποστολῇ.

καὶ ἔθηκας τὸν οἶκον οὗ ἐπεκλήθη τὸ ὄνομά σου ἐπʼ αὐτῷ ὡς ἡ ἡμέρα αὕτη, διὰ πονηρίαν οἴκου Ἰσραὴλ καὶ οἴκου Ἰούδα.

Καὶ ἐποίησας εἰς ἡμᾶς, Κύριε ὁ θεὸς ἡμῶν, κατὰ πᾶσαν ἐπιεικίαν σου καὶ κατὰ πάντα οἰκτειρμόν σου τὸν μέγαν,

καθὰ ἐλάλησας ἐν χειρὶ παιδός σου Μωυσῆ, ἐν ἡμέρᾳ ἐντειλαμένου σου αὐτῷ γράψαι τὸν νόμον σου ἐναντίον υἱῶν Ἰσραὴλ λέγων

Ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς μου. εί μὴν ἡ βόμβησις ἡ μεγάλη ἡ πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔθνεσιν οὗ διασπερῶ αὐτοὺς ἐκεῖ.

ὅτι ἔγνων ὅτι οὐ μὴ ἀκούσωσίν [*](AQ)[*](17 ἐλήφθη Qᵃ δωσουσιν σι Qᵃ; item 18)] σοι A 18 αλλα] αλλ AQ om αυτου BᵃᵇAQ εκλιπυντες Qᵃ (ειλειπ.Qᵃ) δοξαν σοι A 19 βα- σιλεων] ν sup ras B?vid ελεον] + ημων AQ 20 εις] εφ A | προφητων] λεγων AQ 21 εργασασθε] εργαζεσθαι A την γην ην] της γης ης AQ εδωκα A 22 εργασασθαι] εργαζεσθαι A ; item 24 23 εκλειψῑ| Β* (-ψειν BᵃᵇQᵃ) εκλιφιν AQ* ( ψειν) πολεως AQ 24 χερσι Qᵃ βασιλεων] pr των A ημων 1⁰] και τα οστα των αρχοντων ημω A ουτων] αυτου A 25 εστιν] εισιν AQ ρξερριμμρνα Bᵇ om εν 2⁰ Q* (hab Qmg) ρομφαια] μ sup ras B? 26 οικον] +σου A) επεκληθη] επικεκληται Q 27 επιει- κειαν Bᵃᵇ⁽ᵛⁱᵈ)Qᵃ οικτιρμον BᵇAQᵃ 28 Μωση A εναντιον] ενωπιον A 29 ει μην] η μην Qα η πολλη] pr και A μικραν] μακραν AQ 30 ακου- σωσιν (-σι Qᵃᵇ)] εισακουσωσιν A )

355
μου, ὅτι λαὸς σκληροτράχηλός ἐστιν· καὶ ἐπιστρέψουσιν ἐπὶ [*](B) καρδίαν αὐτῶν ἐν γῇ ἀποικισμοῦ αὐτῶν,

καὶ γνώσονται ὅτι ἐγὼ Κύριος ὁ θεὸς αὐτῶν. καὶ δώσω αὐτοῖς καρδίαν καὶ ὥτα ἀκούοντα,

καὶ αἰνέσουσίν με ἐν γῇ ἀποικισμοῦ αὐτῶν, καὶ μνησθήσονται τοῦ ἀνόματός μου·

καὶ ἀποστρέψουσιν ἀπὸ τοῦ νώτου αὐτῶν τοῦ σκληροῦ καὶ ἀπὸ πονηρῶν πραγμάτων αὐτῶν, ὅτι μνησθήσονται τῆς ὁδοῦ πατέρων αὐτῶν τῶν ἁμαρτόντων ἔναντι Κυρίου.

καὶ ἀποστρέψαω αὐτοὺς εἰς τὴν γῆν ἣν μοσα τοῖς πατράσιν αὐτῶν, τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, καὶ κυριεύσουσιν αὐτῆς· καὶ πλῆθύνω αὐτούς, καὶ οὐ μὴ σμικρυνθῶσιν·

καὶ στήσω αὐτοῖς διαθήκην αἰώνιον τοῦ εἶναί με αὐτοῖς εἰς θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν· καὶ οὐ κινήσω ἔτι τὸν λαόν μου Ἰσραήλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς.