Baruch

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἠπειθήσαμεν αὐτῷ, καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου θεοῦ ἡμῶν πορεύεσθαι τοῖς προστάγμασιν Κυρίου οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν,

ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγεν Κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης ἥμεθα ἀπειθοῦντες πρὸς Κύριον θεὸν ἡμῶν, καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ.

καὶ ἐκολλήθη εἰς ἡμᾶς τὰ κακὰ καὶ ἡ ἀρὰ ὴν συνέταξεν Κύριος τῷ Μωυσῆ παιδὶ αὐτοῦ ἐν ἡμέρᾳ ἡ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν δοῦναι ἡμῖν γῆν όέουσαν γαλα καὶ μέλι, ὡς ἡ ἡμέρα αὕτη.

καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ἡμῶν κατὰ πάντας τοὺς λόγους τῶν προφητῶν ὧν ἀπέστειλεν πρὸς ἡμᾶς,

καὶ ᾠχόμεθα ἕκαστος ἐν διανοίᾳ καρδίας αὐτοῦ τῆς πονηρᾶς ἐργάζεσθαι θεοῖς ἑτέροις, ποιῆσαι τὰ κακὰ κατʼ ὀφθαλμοὺς Κυρίου θεοῦ ἡμῶν.

καὶ ἔστησεν Κύριος τὸν κόγον αὐτοῦ ὃν ἐλάλησεν ἐφʼ ἡμᾶς καὶ ἐπὶ τοὺς δικαστὰς ἡμῶν τοὺς δικάσαντας τὺν Ἰσραὴλ κιὶ ἐπὶ τοὺς βασιλεῖς ἡμῶν κιὶ ἐπὶ τοὺς ἄρχοντας [*](ΑQΓ)[*](11 ουτων| αυτου A 12 φωτισῃ A 13 προς] incep περ Q (προς Q (vid) | τον θεον] om τον A | ημων 2⁰] υμων A | τω κυριω] om τω A 14 υμας] ημας A | ημερα] ημεραις AQ 15 αισχυνη] pr η AQ 17 εναν· τιον AQ 18 θεου] pr του QᵐᵍΓ | τοις προσταγμασιν]| pr εν A | Κυριου 2°] pr αυτου Q 19 εσχεδιασαμεν A 20 τω Μωυση] om τω A | παιδια B (παιδι B?) | εξηγαγεν] + κς Q ημων] + εκ γης Αιγυπτου Bᵃᵇᵐᵍ λQΓ δουναι] pr του Γ | αυτη] ταυτη A 21 Κυριου του θεου] κυ θυ A του κυ θυ Q κατα] και Γ] ων] ους A 22 ωχομεθα] ηυχομεθα Q* (ωχ. Q) αυτου] ημω| A θεου] pr του Q II 1 τον Ισραηλ] τ[ο]ν [οικον] Ισλ Γ fort )

353
ἡμῶν καὶ ἐπὶ ἄνθρωπον Ἰσραὴλ καὶ Ἰούδα.

οὐκ ἐποιήθη ὑποκάτω [*](B) παντὸς τοῦ οὐρανοῦ καθὰ ἐποίησεν ἐν Ἰερουσαλήμ, κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ,

τοῦ φαγεῖν ἡμᾶς ἄνθρωπον σάρκας υἱοῦ αὐτοῦ καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὐτοῦ,

καὶ ἔδωκεν αὐτοὺς [*](¶ Γ) ὑποχειρίους πάσαις ταῖς βασιλείαις ταῖς κύκλῳ ἡμῶν, εἰς ὀνειδισμὸν Κύριος ἐκεῖ.

καὶ ἐγενήθησαν ὑποκάτω καὶ οὐκ ἐπάνω, ὅτι ἡμάρτομεν Κυρίῳ θεῷ ἡμῶν, πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ.

Τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ καὶ τοῖς πατράσιν ἡμῶν ἡ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη.

ἅ ἐλάλησεν Κύριος ἐφʼ ἡμᾶς, πάντα τὰ κακὰ ταῦτα ἃ ἥλθεν ἐφʼ ἡμᾶς.

καὶ οὐκ ἐδεἡθημεν τοῦ προσώπου Κυρίου τοῦ ἀποστρέψαι ἕκαστον ἀπὸ τῶν νοημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς.

καὶ ἐγρηγόρησεν Κύριος ἐπὶ τοῖς κακοῖς, καὶ ἐπήγαγε Κύριος ἐφʼ ἡμᾶς, ὅτι δίκαιος ὁ κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ ἄ ἐνετείλατο ἡμῖν.

καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ, πορεύεσθαι τοῖς προστάγμασιν Κυρίου οἰς ἔδωκεν κατὰ πρόσαωπον ἡμῶν.

Καὶ νῦν, Κύριε ὁ θεὸς Ἰσραήλ, ὸς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιῷ, ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν δυνάμει μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη,

ἡμάρτομεν, ἡσεββήσαμεν, ἠδικήσαμεν, Κύριε ὁ θεὸς ἡμῶν, ἐπὶ πᾶσιν τοῖς δικαιώμασίν σου.

ἀποστραφήτω ὁ θυμός σου ἀφʼ ἡμῶν, ὅτι κατελείφθημεν ὀλίγοι ἐν τοῖς ἔθνεσιν οὄ διέσπειρας ἡμᾶς ἐκεῖ

εἰσάκουσον, Κύριε, τῆς προσευχῆς ἡμῶν καὶ τῆς δεήσεως ἡμῶν, καὶ ἐξελοῦ ἡμᾶς ἕνεκεν σοῦ καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς,

ἴνα γνῷ πᾶσα ἡ γῆ ὅτι σὺ Κύριος ὁ θεὸς ἡμῶν, ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸ γένος αὐτοῦ.