Jeremias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ἤκουσεν Ἰωανὰν υἱὸς Καρῆε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεαως οἱ μετʼ αὐτοῦ πάντα τὰ κακὰ ἃ ἐποίησεν Ἰσμαήλ,
καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτῶν καὶ ᾤχοντο πολεμεῖν αὐτόν, καὶ εὗρον αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν Γαβαών,
καὶ ἐγένετο ὅτε εἶδεν πᾶς ὁ λαὸς ὁ μετὰ Ἰσμαὴλ τὸν Ἰωανὰν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως τῆς μετʼ αὐτοῦ,
καὶ ἀνέστρεψαν πρὸς Ἰωανάν.
καὶ᾿ Ἰσμαὴλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις. καὶ ᾤχετο πρὸς τοὺς υἱοὺς Ἀμμών.
καὶ ἔλαβεν Ἰωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετʼ αὐτοῦ πάντας τοὺς καταλοίπους τοῦ λαοῦ οὓς ἀπέστρεψεν ἀπὸ Ἰσμαήλ, δυνατοὺς ἄνδρας [*](U+05D0AQ)[*](6 om Ισμαηλ U+05D0* (hab U+05D0c.a (?) ᵐᵍ) αυτοι] pr και A om αυτοις 2⁰ U+05D0Q | εισ- ελθατε A 7 το μεσον] om το U+05D0 αυτους] + Ισμαηλ υιος Ναθανιου κ ερριψεν αυτους Q* φρεαρ] + αυτος κ οι ανδρες οι μετ αυτου Qᵐᵍ 8 δεκα] ι΄ U+05D0 | μελι] pr και Q παρηλθον Q* ανειλον Q 9 φρεαρ 1⁰] φρεα U+05D0* | ερριψεν BᵇU+05D0c.b ⁽?⁾AQ om εκει Q Εισμαηλ (1°) U+05D0 | ους] τους U+05D0* επαταξεν] απε- κτεινεν Q ο βασιλευς Ασα] βασιλευς Βαβυλωνος U+05D0 βασ. Ασα Q* om Βαασα U+05D0 | Ισραηλ] Ισηλ U+05D0 | ενεπλησεν] επλησεν Q Ισμαηλ 2⁰] μ sup ras B¹(fort) (Ισρ. B*ᵛⁱᵈ) τραυματιωον U+05D0* 10 Εισμαηλ A εις 1⁰] εν Q ο αρχιμαγειρος] om ο U+05D0* (superscr U+05D0c.a(?)) pr Ναβουζαρδα| Qmg Αχεικαμ| Χεικαμ U+05D0* (α superscr U+05D0c.a(?)) Αχικαμ AQ και 3°] pr κ ωρθρισεν Ισμαηλ υιος Ναθανιου Qmg υ| ιων U+05D0* υι|ων B? 11 Ιωανναν Q 12 απαν] παν U+05D0 | και 2⁰] pr η U+05D0* (improb U+05D0?) ωχοντο (ωχοντος A) πολεμειν αυτον] επορευθησαν πολεμησαι προς Ιηλ Qᵐᵍ Γαβαω (in fin lin) B 13 ειδεν] ειδον U+05D0A ιδον Q + αυτον A ο μετα] om ο A Εισμαηλ U+05D0 : item 15 τον (ο rescr U+05D0?ᵛⁱᵈ) Ιωαναν] τον Ιωανναν AQ + υιον Καρηε Qmg τους ηγεμονας] pr παντας AQ της μετ αυτ.] τους μετ αυτ. U+05D0Q 14 και..Ιωαναν (Ιωανναν U+05D0*AQ)] κ εχαρησαν κ απεστρεψεν πας ο λαος ον ηχμαλωτευσεν Ισμαηλ εκ της Μασσηφα κ ανα- στρεφαντες ηλθο| προς Ιωαναν υιον Καρηε Qmᵍ 15 και Ισμ.] ο δε Ισμ. Q + υιος Ναθανιου Qmg συν] εν U+05D0 | ανθρωποις] + απο προσωπου Ιωανα | Qmᵍ 16 Ιαωνα| U+05D0* Ιαωανα| U+05D0? Ιωανναν AQ απεστρεψεν 1⁰] απεστρεψαν A Ισμαηλ] + θ΄ ?? υιου Ναθανιου εκ της Μασσηφα μετα το παταξαι Γοδολιαν υιον Αχικαμ Qmᵍ )
καὶ ᾤχοντο καὶ ἐκάθισαν ἐν Γαβηρωχαμάα τὴν πρὸς Βηθλέεμ, τοῦ πορευθῆναι εἰς Αἵγυπτον
ἀπὸ προσώπου τῶν Χαλδαίων, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτῶν· ὅτι ἐπάταξεν Ἰσμαὴλ τὸν Γοδολίαν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν τῇ γῇ.
Καὶ προσῆλθον πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ Ἰωανὰν καὶ Ἀζαρίας υἱὸς Μαασαίου καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου
πρὸς Ἰερεμίαν τὸν προφήτην καὶ εἶπαν αὐτῷ Πεσέτω δὴ τὸ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου, καὶ πρόσευξαι πρὸς Κύριον τὸν θεόν σου περὶ τῶν καταλοίπων τούτων· ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, καθὼς οἱ ὀφθαλμοί σου βλέπουσιν.
καὶ ἀναγγειλάτω ἡμῖν Κύριος ὁ θεός σου τὴν ὁδὸν ᾖ πορευσόμεθα ἐν αὐτῇ καὶ λόγον ὃν ποιήσομεν.
καὶ εἶπεν αὐτοῖς Ἰερεμίας Ἤκουσα· ἰδοὺ προσεύξομαι πρὸς Κύριον τὸν θεὸν ἡμῶν κατὰ τοὺς λόγους ὑμῶν. καὶ ἔσται, ὁ λόγος ὃν ἂν ἀποκριθήσεται Κύριος, ἀναγγελῶ ὑμῖν, οὐ μὴ κρύψω ἀφʼ ὑμῶν ῥῆμα.
καὶ αὐτοὶ εἶπαν τῷ Ἰερεμίᾳ Ἔστω Κύριος ἐν ἡμῖν εἰς μάρτυρα δίκαιον καὶ πιστόν, εἰ μὴ κατὰ πάντα τὸν λόγον ὃν ἂν ἀποστείλῃ Κύριος πρὸς ἡμᾶς, οὕτως ποιήσομεν.