Jeremias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ εἶπαν αὐτῷ Εἰ γνώσει γινώσκεις ὅτι Βελεισὰ βασιλεὺς υἱῶν Ἀμμὼν ἀπέστειλεν πρὸς σὲ τὸν Ἰσμαὴλ πατάξαι σου ψυχήν ; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολίας.
καὶ Ἰωανὰν εἶπεν τῷ Γοθολίᾳ κρυφαίως ἐν Μασσηφά Πορεύσομαι δὴ καὶ πατάξω τὸν Ἰσμαήλ, καὶ μηθεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν καὶ διασπαρῇ πᾶς Ἰουδὰ οἱ συνηγμένοι πρὸς σέ καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ἰούδα.
καὶ εἶπεν Γοδολίας πρὸς Ἰωανάν Μὴ ποιήσῃς τὸ πρᾶγμα τοῦτο, ὅτι ψευδῆ σὺ λέγεις ὑπέρ Ἰσμαήλ.
Καὶ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν Ἰσμαὴλ υἱὸς Ναθανίου υἱοῦ Ἐλασὰ ἀπὸ γένους τοῦ βασιλέως, καὶ δέκα ἄνδρες μετʼ αὐτοῦ, πρὸς Γοδολίαν εἰς Μασσηφά, καὶ ἔφαγον ἐκεῖ ἄρτον ἄμα.
καὶ ἀνέστη Ἰσμαὴλ καὶ οἱ δέκα ἄνδρες οἱ ἦσαν μετʼ αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολίαν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐπὶ τῆς γῆς,
καὶ πάντας τοὺς Ἰουδαίους τοὺς ὄντας μετʼ αὐτοῦ ἐν Μασσηφὰ καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ
καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ δευτέρᾳ πατάξαντος αὐτοῦ τὸυ Γοδολίαν, καὶ ἄνθρωπος οὐκ ἔγνω,
καὶ ἤλθοσαν ἄνδρες ἀπὸ Συχέμ καὶ ἀπὸ Σαλὴμ καὶ ἀπὸ Σαμαρίας, ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι τὰ ἱμάτια καὶ κοπτόμενοι, καὶ μάννα καὶ λίβανος ἐν χερσὶν αὐτῶν τοῦ εἰσενεγκεῖν εἰς οἶκον Κυρίου.
καὶ ἐξῆλθεν εἰς ἀπάντησιν [*](13 ηλθαν A τον Γοδολιαν] om τον U+05D0AQ 14 γιιωσκει Q (-σκεις Qa) | U+05D0AQ Βελεισα (Βενεσα U+05D0* -λεισα U+05D0c.a Βελισα Q Βααλις Qmg) βασιλευς υιων Αμμων] βασιλευς ιων Αμμων Βελισα A Ισμαηλ] + υιον Ναθανιου Qmᵍ ψυχην σου Q αυτοις] αυτω U+05D0 15 Ιωαναν (Ανναν U+05D0* Ιωαναν U+05D0c.a Ιωανναν A) ειπεν] ειπεν Ιωαννας Q κρυφαιως] incep εκρ U+05D0* εν] εις A | πορευομαι U+05D0 | παξω Q* (παι. Qᵃ) μηδεις A μη] + ποτε AQ διασπαρη πας Ιουδα (Ιουδας Bᵇ(fort)U+05D0c.aQ)] διασπαρησονται παντες οι Ιουδαιοι A οι συνηγμ.] om οι U+05D0* (superscr U+05D0c.a) συν| ηγμενοι U+05D0* συ| νηγμ. B? καταλοιποι (-πα U+05D0* -ποι Bᵃᵇ)] επιλοιποι Q 16 Ιωανναν U+05D0*AQ πραγμα] ρημα Q | υπερ] περι U+05D0Qa κατα A Ισμαηλ] pr του A XLVIII 1 Ναθανιου] incep Ναθαλ U+05D0* | υιου] υιος U+05D0* Ελασα] Ελεσα U+05D0 Ελεασα Q δεκα] δωδεκα U+05D0 | Γοδολιαν (Γολιαν U+05D0*) + υιον Αχικαμ Qᵐᵍ Μασσηφαθ Qᵐᵍ αρτον εκει U+05D0 | αμα] + εις Μασσηφαθ Qᵐᵍ 2 Ισμαηλ] + υιος Ναθανιου Qmg | δεκα] δωδεκα U+05D0 | ανδες U+05D0* μετ] incep μεμ U+05D0* επαταξεν Q Γοδολιαν Γολιαν U+05D0*)] + υιον Α χικαμ υιου Σαηφαν εν ρομφαια κ απεκτειναν αυτο| Qmg | βασι- λευς] pr ο AQ 3 Ιουδεους U+05D0 | εν] εις B*fort (in ν ras aliq B?) A Χαλδεους U+05D0 | εκει] + τους ανδρας του πολεμου επαταξεν Ισμαηλ Qmg 4 παταξαντος] παισαντος Qmg αυτου] εκει του Ισμαηλ Qmg 5 ηλθοσαν] ηλθον Q* (-θοσαν Qmg) om και 2⁰ Q Σαλωμ A Σαμαρειας BᵇAQ | ογδοη- κοντα] π΄ U+05D0 | διερρηγμενοι] διερρηχοτες AQ om τα ιματια και κοπτομενοι U+05D0* (hab U+05D0c.a ᵐᵍ) μανναα Q α΄ δωρα σ΄ ουσια Qmg χερσιν] χειρι U+05D0 pr ταις AQ εισενεγκαι AQ εις οικον] εν τω οικω U+05D0 )
καὶ ἐγένετο εἰσελθόντων αὐτῶν εἰς τὸ μέσον τῆς πόλεως ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ.
καὶ δέκα ἄνδρες εὑρέθησαν ἐκεῖ καὶ εἶπαν τῷ Ἰσμαήλ Μὴ ἀνέλῃς ἡμᾶς, ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ, πυροὶ καὶ κριθαί, μέλι καὶ ἔλαιον· καὶ παρῆλθεν καὶ οὐκ ἀνεῖλεν αὐτοὺς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.
καὶ τὸ φρέαρ εἰς ὁ ἔριψεν ἐκεῖ Ἰσμαὴλ πάντας οὓς ἐπάταξεν, φρέαρ μέγα τοῦτό ἐστιν ὃ ἐποίησεν ὁ βασιλεὺς Ἀσὰ ἀπὸ προσώπου Βαασὰ βασιλέως Ἰσραὴλ· τοῦτο ἐνέπλησεν Ἰσμαὴλ τραυματιῶν.
καὶ ἀπέστρεψεν Ἰσμαὴλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς Μασσηφὰ καὶ τὰς θυγατέρας τοῦ βασιλέως, ἃς παρεκατέθετο ὁ ἀρχιμάγειρος τῷ Γοδολίᾳ υἱῷ Ἀχεικάμ, καὶ ᾤχετο εἰς τὸ πέραν υἱῶν Ἀμμών.