Jeremias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ Ἐλναθὰν καὶ Γοδολίας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ κατακαῦσαι τὸ χαρτίον.
καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἰερεμεὴλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαρεὰ υἱῷ Ἐσριὴλ συλλαβεῖν τὸν Βαροὺχ καὶ τὸν Ἰερεμίαν· καὶ κατεκρύβησαν.
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν, μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον, πάντας τοὺς λόγους οὓς ἔγραψεν Βαροὺχ ἀπὸ στόματος Ἰερεμίου, λέγων
Πάλιν λάβε σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου οὓς κατέκαυσεν ὁ βασιλεὺς Ἰωακείμ,
καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο, λέγων Διὰ τί ἔγραψας ἐπʼ αὐτῷ λέγων Εἰσ πορευόμενος εἰσ πορεύσεται ὁ βασιλεὺς Βαβυλῶνος καὶ ἐξολεθρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἀπʼ αὐτῆς ἄνθρωπος καὶ κτήνη;
διὰ τοῦτο οὕτως εἶπεν Κύριος ἐπὶ Ἰωακεὶμ βασιλέα Ἰούδα Οὐκ ἔσται [*](U+05D0AQ)[*](21 Ιουδιν (1°) U+05D0 | χαρτιον] βιβλιον Q ελαβον U+05D0 | εξ οικου] εκ του οικου Q om παντων AQ περι] προς A 23 Ιωδειν A και 2⁰] η U+05D0c.a vid απετεμεν A αυτας] αυτα U+05D0Α ξυρω] σ΄ σμιλη Qmg ερειπτε U+05D0* ερριπτεν Bb⁽ᵛiᵈ) Q εως.. τηςεσχαρας (2⁰)] bis scr U+05D0* (unc incl 2⁰ Bᵃ non inst Bᵇ) om Q* (hab sub ?? Qᵐᵍ) εως] + ου AQmg εξελειπεν U+05D0c.a AQmg om το επι 2⁰ Qᵐᵍ 24 εζητησαν] εξεζητ. AQ + τον κν Qmg om ου U+05D0* (hab U+05D0? (mg) δερηξαν U+05D0* (διερρ. U+05D0?) οι παιδες] pr παντες Q οι ακουοντες] ακουσαντες A οι αλουσ. Q παντες A 25 Ελναθαν] Ναθαν A Γοδολιας] Δαλαισα κ Γολιας κ Γαμοριας U+05D0c.c ᵐᵍ sup Γοδολιας και Γαμοριας A Δαλαιας και Γαμαριας και Γοδολιας Q κατακαυσοι] pr μη U+05D0c.a AQ | χαρτιον] βιβλιον A + και ουκ ηκουσεν ουτων Q 26 Ιερεμιαηλ U+05D0 Ιερεμιηλ A Σαραια AQ Εσριηλ (Εσζρ. A Εσδρ. Q)] pr ?? του Qmg τον 2⁰] αυτον U+05D0* Ιερεμηαν U+05D0ᵛiᵈ om και κατεκρυβησαν U+05D0* (hab U+05D0c.a mg sup) κατεκρυβησαν] + υπο κυ Qc 27 tit in A om και εγενετο... Ιερεμιαν U+05D0* (hab U+05D0c.a mᵍ sup) Ιηρ. U+05D0c.a κατακαυσαι] καυσαι (-σε U+05D0*) U+05D0A | χαρτιον] incep χο U+05D0* 28 συ] σεαυτω A παντας] απαντας AQ ους] Q*vid 29 τρεις] pr προς Ιωακειμ Q χαρτιον] βιβλιον AQ | δια τι] δια το U+05D0* | αυτω] αυτο U+05D0Q εισπορευσεται] εισπορευετε U+05D0* (-σεται U+05D0?) εισελευσεται Q εξολοθρευσει Bb εξωλεθρευσι U+05D0* (-σει U+05D0?) ολεθρεισει Q εκλειψει] εκτριψει AQ ανθρωπος] ανον AQ κτηνη] incep κι *U+05D0 vid 30 α Ιουδα ουκ sup ras Bab Ιοδα U+05D0 )
καὶ ἐπισκέψομαι ἐπʼ αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ, καὶ ἐπάξω ἐπʼ αὐτὸν καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἰερουσαλὴμ καὶ ἐπὶ γῆν Ἰούδα πάντα τὰ κακὰ ἐλάλησα πρὸς αὐτούς, καὶ οὐκ ἤκουσαν.
καὶ ἔλαβεν Βαροὺχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπʼ αὐτῷ ἀπὸ στόματος Ἰερεμίου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου οὓς κατέκαυσεν Ἰωακείμ· καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι.
Καὶ ἐβασίλευσεν Σεδεκίας υἱὸς Ἰωσεία ἀντὶ Ἰωακείμ, ὃν ἐβασίλευσεν Ναβουχοδονοσὸρ βασιλεύειν τοῦ Ἰούδα.
καὶ οὐκ ἤκουσαν αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ καὶ ὁ λαὸς τῆς γῆς τοὺς λόγους Κυρίου οὓς ἐλάλησεν ἐν χειρὶ Ἰερεμίου.
καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σεδεκίας τὸν Ἰωαχὰλ υἱὸν Σελεμίου καὶ τὸν Σοφονίαν υἱὸν Μαασαίου τὸν ἱερέα πρὸς Ἰερεμίαν λέγων Πρόσευξαι δὴ περὶ ἡμῶν πρὸς Κύριον.
καὶ Ἰερεμίας ἦλθεν καὶ διῆλθεν διὰ μέσου τῆς πόλεως, καὶ οὐκ ἔδωκαν αὐτὸν εἰς οἶκον τῆς φυλακῆς.
καὶ δύναμις Φαραὼ ἐξῆλθεν ἐξ Αἰγύπτου, καὶ ἤκουσαν οἱ Χαλδαῖοι τὴν ἀκοὴν αὐτῶν, καὶ ἀνέβησαν ἐπὶ Ἰερουσαλήμ.