Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ κατέβη εἰς οἰκίαν τοῦ βασιλέως, εἰς τὸν οἶκον τοῦ γραμματέως, καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο, Ἐλεισαμὰ ὁ γραμματεὺς καὶ Δαλαίας υἱὸς Σελεμίου καὶ Ἰωναθὰν υἱὸς Ἀκχοβὼρ καὶ Γαμαρίας υἱὸς Σαφὰν καὶ Σεδεκίας υἱὸς Ἀνανίου καὶ πάντες οἱ ἄρχοντες,

καὶ ἀνήγγειλεν αὐτοῖς Μειχαίας πάντας τοὺς λόγους οὓς ἤκουσεν ἀναγινώσκοντος Βαροὺχ εἰς τὰ ὦτα τοῦ λαοῦ.

καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαροὺχ υἱὸν Νηρίου υἱὸν Ναθανίου υἱοῦ Σελεμίου υἱοῦ Χουσεὶ λέγοντες Τὸ χαρτίον ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ, λάβε αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἦκε. καὶ ἔλαβεν Βαροὺχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς.

καὶ εἶπαν αὐτῷ Πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν· καὶ ἀνέγνω Βαρούχ.

καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους, συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπαν Ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἄπαντας τοὺς λόγους τούτους.

καὶ τὸν Βαροὺχ ἠρώ τησαν λέγοντες Ποῦ ἔγραψας πάντας τοὺς λόγους τούτους;

καὶ εἶπεν Βαρούχ Ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέν μοι Ἰερεμίας πάντας τοὺς λόγους τούτους, καὶ ἔγραφον ἐν βιβλίῳ.

καὶ εἶπαν τῷ Βαρούχ Βάδισον κατακρύβηθι, σὺ καὶ Ἰερεμίας· ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς.

καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν, καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ Ἐλεισά, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν [*](10 εν ωσι] εν ωσιν U+05D0Q* εις τα ωτα AQmg 11 Μιχαιας BbAQ U+05D0AQ Μιχεας U+05D0: item 13 απαντας] παντας AQ 12 οικιον] οικον U+05D0AQ Ελισαμα U+05D0AQ Δαλιας U+05D0 Δαλεας A Σελεμιου] Σεδεκιου U+05D0 | Ιωναθαν] Νσθαν AQ* Ελναθαν Qmg Ακχοβωρ] incep Ακχοβη U+05D0* (Ακχοβωρ U+05D0?) Αχοβωρ A Ακοβωρ Q αρχοντες 2⁰] αρχοντας U+05D0* (-ντες U+05D0?) 13 αναγιγνωσκοντος A Βαρουχ] pr του AQ του λαου] κυ του ου (sic) U+05D0* (improb) κυ superscr λα U+05D0?) 14 Νηριου] + τον Ιουδει A + τ. Ιουδειν Q υιον 2⁰] υιου U+05D0 | Σαλαμιου A | Χουσι U+05D0ΑQ om λεγοντες το χαρτιον U+05D0* (hab U+05D0c.a (?)ᵐᵍ) χαρτιον 1⁰] βιβλιον AQ συ (σου U+05D0*)] om AQ* (hab sub ?? Qmg) εν αυτω sub) ?? Qa εν ωσι (-σιν U+05D0A )] εις τα ωτα Q om εις την χειρα σου U+05D0* (hab U+05D0c.a (?)ᵐᵍ) Βαρουχ 2⁰] + υιος Νηριου AQ χαρτιον 2°] + εν χειρι αυτου A βιβλιον εν τη χειρι αυτου Q 16 εγενηθη] εγενετο U+05D0 | παντας] παν bis scr U+05D0* | αναγγελοντες A | αναγ- γελωμεν U+05D0* (αναγγειλ. U+05D0?) AQᵃ αναγγελλωμεν Q* απαντας] παντας U+05D0AQ 17 που] ποθεν U+05D0 (incep που U+05D0*) AQ om παντας U+05D0 18 αυτου] om A Ιερεμιου Q ανηγγελλεν Q om Ιερεμιας Q και 2⁰] καγω AQ εν βιβλιω] επι βιβλιου Q 19 ειπαν] + οι αρχοντες AQ τω Βαρουχ] προς B. A βαδισας AQ κατακρυβηθι] και κρυβηθι Α ανθρωπος| pr και U+05D0A γνω A υμεις] υπαλεις (υμ. U+05D0?) 20 εισεηθον U+05D0* (εισηλθ. U+05D0?) χαρτιον] βιβλιον AQ Ελεισα | Ελισαμα AQ: item 21 λογους] + τουτους A et (sub ??) Qmg )

328
[*](B) Ἰουδεὶν λαβεῖν τὸ χαρτίον. καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ἐλεισά, καὶ ἀνέγνω Ἰουδεὶν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα.

καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ, καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ.

καὶ ἐγγενήθη ἀναγινώσκοντος Ἰουδεὶν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμνεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπεν πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας.

καὶ οὐκ ἐζήτησαν, καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους.