Jeremias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
καὶ ἐρεῖς Οὕτως εἶπεν Κύριος Ἐὰν μὴ ἀκούσητέ μου τοῦ πορεύεσθαι ἐν τοῖς νομίμοις μου οἷς ἔδωκα κατὰ πρόσωπον ὑμῶν,
εἰσακούειν τῶν λόγων τῶν παίδων μου τῶν προφητῶν οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς ὄρθρου, καὶ ἀπέστειλα καὶ οὐκ ἠκούσατέ μου·
καὶ δώσω τὸν οἶκον τοῦτον ὥσπερ Σηλώ, καὶ τὴν πόλιν δώσω εἰς κατάραν πᾶσιν τοῖς ἔθνεσιν πάσης τῆς γῆς.
καὶ ἤκουσαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ λαὸς τοῦ Ἰερεμίου λαλοῦντος τοὺς λόγους τούτους ἐν οἴκῳ Κυρίου.
καὶ ἐγένετο Ἰερεμίου παυσαμένου λαλοῦντος πάντα ἃ συνέταξεν αὐτῷ Κύριος λαλῆσαι παντὶ τῷ λαῷ, καὶ συνελάβοσαν αὐτὸν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται καὶ πᾶς ὁ [*](U+05D0AQ)[*](22 καυης U+05D0* (ρ et γ superscr U+05D0?) προβατων] κριων U+05D0 | κριων] προβατων U+05D0 | ωλοθρευσεν Bᵇ τα βοσκηματα] το βοσκημα U+05D0 23 μου] κυ Q 24 ενκατελιπεν (-λειπεν U+05D0?)] κατελειπεν με A εγκατελειπεν Q* |εγκατελιπ. ᵃᵇ) ωσπερ λεων κα| sup ras Aᵇ καταλυμα (κα| λυμα A)] καταλειμμα Q (καταλυμα Qmᵍ) προσωπου] + α΄σ΄ θ΄ ?? οργης Qmᵍ της μαχαιρας] om της AQ μεγαλης] + α΄σ΄θ΄ ?? κ απο προσωπου οργης θυμου αυτου Qmg XXXIII 1 om βασιλεως Q* (hab Qmg) Ιωσια BᵇU+05D0A Ιωσιου Q + βασιλεως Ιουδα Q εγενη A Κυριου] + α΄ρ΄θ΄ ?? λεγω Qᵐᵍ 2 απασι τοις Ιουδαιοις] παντι Ιουδα Qmg απασι (-σιν U+05D0)] πασιν A πασι Q om και πασι U+05D0Q πασιν A χρηματισαι αυτοις Q 3 της οδου] om της A αυτου] ουτων A 4 ερεις] + α΄σ΄υ΄ ?? προς αυτους Qmg νομιμοις] νομοις A κατα προσωπον] προ προσωπου Q 5 των λογων] + μου και A om των παιδων μου U+05D0* (hab U+05D0c.a mg (rnrs improb U+05D0c.ᵇ) παιδων] δουλων Q* (παιδ. Qᵐg) ορθου U+05D0* | ηκουσατε] εισηκουσατε (-σαται U+05D0c.bA) U+05D0AQ 6 Σηλωμ U+05D0a(vid)AQ | την πολιν] + ταυτην AQ pr α΄ ?? συν Qmg πασι Q 7 ειν U+05D0* (εν U+05D0?) 8 ω] οσα AQ om λαλησαι U+05D0 | συνελαβον U+05D0c.aQ)
ὅτι ἐπροφήτευσας τῷ ὀνόματι Κυρίου [*](B) λέγων Ὡσπερ Σηλὼ ἔσται ὁ οἶκος οὗτος, καὶ ἡ πόλις αὕτη ἐρημωθήσεται ἀπὸ κατοικούντων· καὶ ἐξεκκλησιάσθη πᾶς ὁ λαὸς ἐπὶ Ἰερεμίαν ἐν οἴκῳ Κυρίου.
Καὶ ἤκουσαν οἱ ἄρχοντες Ἰούδα τὸν λόγον τοῦτον, καὶ ἀνέβησαν ἐξ οἴκου τοῦ βασιλέως εἰς οἶκον Κυρίου, καὶ ἐκάθισαν ἐν προθύροις πύλης τῆς καινῆς.
καὶ εἶπαν οἱ ἱερεῖς καὶ οἱ ψευδοπροφῆται πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ Κρίσις θανάτου τῷ ἀνθρώπῳ τούτῳ, ὅτι ἐπροφήτευσεν κατὰ τῆς πόλεως ταύτης καθὼς ἠκούσατε ἐν τοῖς ὑσὶν ὑμῶν.
καὶ εἶπεν Ἰερεμίας πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τῷ λαῷ λέγων Κύριος ἀπέστειλέν με προφητεῦσαι ἐπὶ τὸν οἶκον τοῦτον καὶ ἐπὶ τὴν πόλιν ταύτην πάντας τοὺς λόγους οὓς ἠκούσατε.
καὶ νῦν βελτίους ποιήσατε τὰς ὁδοὺς ὑμῶν καὶ τὰ ἔργα ὑμῶν, καὶ ἀκούσατε τῆς φωνῆς Κυρίου, καὶ παύσεται Κύριος ἀπὸ τῶν κακῶν ὧν ἐλάλησεν ἐφʼ ὑμᾶς.
καὶ ἰδοὺ ἐγὼ ἐν χερσὶν ὑμῶν, ποιήσατέ μοι ὡς συμφέρει καὶ ὡς βέλτιον ὑμῖν.
ἀλλ᾿ ἢ γνόντες γνώσεσθε ὅτι εἰ ἀναιρεῖτέ με, αἷμα ἀθῷον δίδοτε ἐφʼ ὑμᾶς καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· ὅτι ἐν ἀληθείᾳ ἀπέσταλκέν με Κύριος πρὸς ὑμᾶς λαλῆσαι εἰς τὰ ὦτα ὑμῶν πάντας τοὺς λόγους τούτους.
καὶ εἶπαν οἱ ἄρχοντες καὶ πᾶς ὁ λαὸς πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας Οὐκ ἔστι τῷ ἀνθρώπῳ τούτῳ κρίσις θανάτου, ὅτι ἐπὶ τῷ ὀνόματι Κυρίου τοῦ θεοῦ ἡμῶν ἐλάλησεν πρὸς ἡμᾶς.
καὶ ἀνέστησαν ἄνδρες τῶν πρεσβυτέρων τῆς γῆς καὶ εἶπαν πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ
Μειχαίας ὁ Μωραθείτης ἦν ἐν ταῖς ἡμέραις Ἐζεκίου βασιλέως Ἰούδα καὶ εἶπεν παντὶ τῷ λαῷ Ἰούδα Οὕτως εἶπεν Κύριος Σειὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἰερουσαλὴμ εἰς ἄβατον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς [*](9 τω ονοματι] pr επι U+05D0 | ελεγον U+05D0* (λεγων U+05D0?) | Σηλωμ U+05D0AQ | αυτης U+05D0* U+05D0AQ (αυτη Bᵃᵇ) | κατοικουντων] ζενοικ. A 10 οι αρχοντες] om οι U+05D0* (superscr U+05D0c.a(?)) | τον λογον τουτον] των λογων τουτων AQ | εις] pr εις οικον| του βασιλεως U+05D0* (improb U+05D0?) | πυλης] + κυ A + οικου κυ Q 11 om και 3° U+05D0* (superscr U+05D0c.a(?)) | λαω] + ?? λεγοντες Qᵐᵍ 12 απεστειλεν] απεσταλκεν U+05D0 | λογους] + τουτους U+05D0Α | om ους ηκουσατε U+05D0 13 om και τα εργα υμων U+05D0* (hab U+05D0c.a (?) mg) | ακουσατε] ακουσετε (ακου sup ras Aᵇ) A | Κυριου] ημων U+05D0* ᵛiᵈ κυ του θυ ημων U+05D0c.c (viᵈ) κυ του θυ υμων Q | παυσεταει U+05D0* | εφ] προς U+05D0* (superscr εφ U+05D0c.a (?)) 15 αιμαθωον A | αιμα] pr οτι U+05D0c.a Q | αθωον sup ras (ωο B¹fort) B? | διδοτε] pr υμεις Q om πολιν Q* (hab Q¹ ⁽vⁱᵈ ᵐᵍ) | αληθια U+05D0 | απεσταλκεν] απεστειλεν A | om ωτα U+05D0* (hab Bᵇ) 16 om προς 2° U+05D0A | εστιν Bᵇ⁽ᵛⁱᵈ) U+05D0AQ | ημας] υμας A 17 συ| αγωγη Β* συ|ναγ. B? λαου] + λεγοντες Q 18 Μιχεας U+05D0 Μιχαιας AQ | βασιλεως] pr του Q | Ιουδα 2⁰] + λεγων AQ | Σιων BᵇQ | αροτιαθ. U+05D0* | εις bis] ως A | αβατον (-πος U+05D0*) οπωροφυλακιον (-κειον Qa) AQ | οικου] + εστ, Qᵃ)
μὴ ἀνελὼν ἀνεῖλεν αὐτὸν Ἐζεκίας καὶ πᾶς Ἰουδά; οὐχ ὅτι ἐφοβήθησαν τὸν κύριον, καὶ ὅτι ἐδεήθησαν τοῦ προσώπου Κυρίου, καὶ ἐπαύσατο Κύριος ἀπὸ τῶν κακῶν ὧν ἐλάλησεν ἐπʼ αὐτούς; καὶ ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπι ψυχὰς ἡμῶν.
καὶ ἄνθρωπος ἦν προφητεύων τῷ ὀνόματι Κυρίου, Οὐρείας υἱὸς Σαμαίου ἐκ Καριαθιαρείμ, καὶ ἐπροφήτευσεν περὶ τῆς γῆς ταύτης κατὰ πάντας τοὺς λόγους Ἰερεμίου.
καὶ ἤκουσεν ὁ βασιλεὺς Ἰωακεὶμ καὶ πάντες οἱ ἄρχοντες πάντας τοὺς λόγους αὐτοῦ, καὶ ἐζήτουν ἀποκτεῖναι αὐτόν· καὶ ἤκουσεν Οὐρείας, καὶ εἰσῆλθεν εἰς Αἴγυπτον.
καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς ἄνδρας εἰς Αἴγυπτον,
καὶ ἐξηγάγοσαν αὐτὸν ἐκεῖθεν καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα· καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρᾳ. καὶ ἔριψεν αὐτὸν εἰς τὸ μνῆμα υἱῶν λαοῦ αὐτοῦ.