Jeremias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
ὅτι ἐγὼ κατέσυρα τὸν Ἠσού, ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν, κρυβῆναι οὐ μὴ δύνωνται· ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ γείτονός μου, καὶ οὐκ ἔστιν
ὑπολιπέσθαι ὀρφανόν σου ἵνα ζήσεται· καὶ ἐγὼ ζήσομαι, καὶ χῆραι ἐπʼ ἐμέ πεποίθασιν.
ὅτι τάδε εἶπεν Κύριος Οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, ἔπιον· καὶ σὺ ἀθῳωμένη οὐ μὴ ἀθῳωθῇς,
ὅτι κατʼ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα.
ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν Συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν, ἀνάστητε εἰς πόλεμον.
μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, εὐκαταφρόνητον ἐν ἀνθρώποις.
ἡ παιγνία σου ἐνεχείρησέν σοι, ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρῶν, συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ· ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ, ἐκεῖθεν καθελῶ σε.
καὶ ἔσται ἡ Ἰδουμαία εἰς ἄβατον, πᾶς ὁ παραπορευόμενος ἐπʼ αὐτὴν συριεῖ.
ὥσπερ κατεστράφη Σόδομα καὶ Γόμορρα καὶ αἱ πάροικοι αὐτῆς, εἶπεν Κύριος Παντοκράτωρ, οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ ἐνοικήσει ἐκεῖ υἱὸς ἀνθρώπου.
ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ἰορδάνου εἰς τόπον Αἰθάμ, ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπʼ αὐτῆς· καὶ τοὺς νεανίσκους ἐπʼ αὐτὴν ἐπιστήσατε. ὅτι τίς ὥσπερ ἐγώ ; καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμὴν ὃς [*](10 οι] σοι AQ* (σ postea improb) | om ου U+05D0* (superscr U+05D0c.a (?)) | κατα- U+05D0AQ λειμμα Bᵃ?ᵇ καταλιμματα AQa καταλειμματα Q* | ως] ωσπερ A ωσει Q | κεπται U+05D0* (κλ. U+05D0c.a (?)) | επιθησουσιν] + σοι Qᵐᵍ | χειρας U+05D0 (χιρ. U+05D0* χειρ. U+05D0c. ᵇ) AQ 11 κατεσυρα] κατηραυνησα A | ανακαλυψα U+05D0* (ανεκ. U+05D0c.a (?)) | τα κρυπτα] τε κρ. U+05D0* (τα κρ. U+05D0c.a (?)) | ωλοντο] ωλετο Q? + ?? το σπερμα αυτου Qᵐᵍ | αυτου] σου U+05D0* (αυτ. U+05D0c. ᵃ(?)) | γειτονος] pr και AQ | μου] αυτου AQ 12 υπολειπεσθαι Bᵃ?ᵇ U+05D0c.b Q | ζησηται Bᵃᵇ | om και εγω ζησομαι Q | χηραι] pr αι A 13 ειπεν] λεγει AQ | οις] pr ιδου Q | πιν U+05D0* (πιειν U+05D0?) | επιον] pr α΄θ΄ ?? πιοντες Qmg | αθοουμενη A | αθωωθης] αθοωθηση Q + οτι πιων πιεσαι AQ 14 om οτι 1° A | καταρασιν] καταραν U+05D0A | πολις U+05D0* (-λεις U+05D0?) | αιωνα] pr τον AQ 15 συναχθηναι U+05D0* vid -ται U+05D0c.a (?) 16 μικρον] pr ιδου AQ | εδωκα] δεδωκα A | ευκαταφρονητον] pr και A 17 ιταμιαν Q | τρυμα- λειας A | σῡ|ελαβεν B* συ|νελ. B? | υψωσεν] εαν υψωσεις A ε. υψωσης Q | νοσσειαν B* (-σσιαν Bᵇ) | αυτου] εαυτου U+05D0 σου A 18 Ιουμαια U+05D0* (Ιδ. U+05D0c.a (?)) | βατον U+05D0* (αβατον U+05D0c.a (?)) | πας] pr και Q | συριει] εκστησεται και συριει επι πασον την πληγην αυτης Q 19 καθιση] κατοικησει A | ενοικησει (-ση Q)] καθειση A 20 μεσου του Ιορδ.] του υδατος U+05D0* (μ. τ. Ιορδ. U+05D0c.a (?)) | τοπον] pr το A | Αιθαμ] Ηθαμ A | om επ U+05D0* (superscr U+05D0c.a (?)) | αυτην] αυτης U+05D0Q* (-την Qmg) | επιστησατε] επιστησεται A | ποιμην] pr ο U+05D0 | ος στησεται (ετα sup ras B salt ab)] οστησεται A)
διὰ τοῦτο ἀκούσατε βουλὴν Κυρίου ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ἰδουμαίαν, καὶ λογισμὸν αὐτοῦ ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμάν Ἐὰν μὴ συνψηθῶσιν τὰ ἐλάχιστα τῶν προβάτων, ἐὰν μὴ ἀβατωθῇ ἐπʼ αὐτὴν κατάλυσις αὐτῶν·
ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐφοβήθη ἡ γῆ, καὶ κραυγὴ θαλάσσης οὐκ ἠκούσθη.
ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτείνει τὰς πτέρυγας ἐπʼ ὀχυρώματα αὐτῆς· καὶ ἔσται ἡ καρδία τῶν ἰσχυρῶν τῆς Ἰδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδία γυναικὸς ὠδινούσης.
Τοῖς υἱοῖς Ἀμμῶν.
Οὕτως εἶπεν Κύριος Μὴ υἱοὶ οὐκ εἰσὶν ἐν Ἰσραὴλ, ἡ παραλημψόμενος οὐκ ἔστιν αὐτοῖς; διὰ τί παρέλαβεν Μελχὸλ τὴν Γαλαάδ, καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει;
διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶν Κύριος, καὶ ἀκουτιῶ ἐπὶ Ῥαββὰθ θόρυβον πολέμων. καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν, καὶ βωμοὶ αὐτῆς ἐν πυρι κατακαυθήσονται, καὶ παραλήμψεται Ἰσραὴλ τὴν ἀρχὴν αὐτοῦ.
ἀλάλαξον, Ἑσεβών, ὅτι ὤλετο· κεκράξατε θυγατέρες Ῥαββάθ, περιζώσασθε σάκκους καὶ κόψασθε, ὅτι Μελχὸλ ἐν ἀποικίᾳ βαδιεῖται, οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἄμα.
τί ἀγαλλιᾶσθε ἐν τοῖς πεδίοις Ἐνακείμ; θύγατερ ἰταμίας, ἡ πεποιθυῖα ἐπὶ θησαυροῖς αὐτῆς, ἡ λέγουσα Τίς εἰσελεύσεται ἐπʼ ἐμέ;
ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σέ, [*](U+05D0AQ)[*](21 Ιδουμεα | U+05D0* (-μαια U+05D0c.b(?)) | συνψηθωσιν (συμψ. Bᵇ)] συνωσι U+05D0 συνψη- φισθμσιν AQ + αυτω Qmg | αυτην] αυτης U+05D0c.a αυτη A αυτους Q 22 om οτι Q | εφοβηθη] εσεισθη A (εσισθ.) Q | om και Q | κραυγη (κρουη U+05D0*) + σου AQ | θαλασσης] εν θαλασση AQ | om ουκ AQ) 23 εκτει- νει] εκτενι A εκτενει BabU+05D0 (-νι U+05D0* -νει U+05D0c. ᵇ) | om ισχυρων Q* (hab Qmg XXX 1 παραληψομενος BᵇQᵃ | αυτοις] pr εν A αυτων Q | δια τι] διοτι U+05D0 | Μελχολ] Μολχομ Q | την Γαλααδ] τον Γαδ Q | ενοικει AQ 2 φησιν] λεγει Q* (φησ. Qmg) | επι] incep ερ U+05D0* | Ραβαθ U+05D0* | πολεμου AQ | om εις 2⁰U+05D0 | απωλιαν U+05D0 | βωμοι] pr οι U+05D0AQ | κατακαυθησεται U+05D0* (-σονται U+05D0c.ᵃ*(?)) παραληψεται Bᵇ | Ισραηλ] Ιερουσαλημ U+05D0* (Ιηλ U+05D0c.a (?)ᵐᵍ)) | αυτου] + ?? φησι κς Qmg 3 αλαλαξον] αλλαξον B | Εσεβων] Νεσεβων U+05D0* | ωλετο] + Γαι Q κεκραξατε] καικραξαται U+05D0* και κεκραξ. U+05D0c.a (?)A | Ρεββαθ U+05D0 Ραββωθ Q* vid και 1⁰] pr και επιλημπτευσασθαι U+05D0Q) (-σθε) pr και επιλημπτευεσθαι A κοψασθε] ?? κ διαδραμετε εν τοις φραγμοις οτι Q | οτι 2⁰] επι AQ | Μελχομ A Μολχομ Q | εν] pr οτι AQ | βαδιει U+05D0* (-ειται U+05D0c.a (?)) | οι ιερεις] pr και U+05D0 | αυτου 1⁰] αυτης U+05D0* (-του U+05D0¹) 4 τι] αι U+05D0* οτι U+05D0c.ᵃAQ | αγαλλιασθε] αγαλ λιασι U+05D0* (-σεῖ U+05D0c.a) αγαλλιαση AQ | εν τοις π. Ενακειμ (εν Ακ. Bᵇ)] om Εν. U+05D0* superscr σου U+05D0c.a rurs extinx U+05D0c.b ?? διερευσε τα παιδια σου πεδινοις Ζηφ παιδιοις σου Qᵐᵍ | θυγατηρ U+05D0ΑQ ιταμιας] pr της Q | πεποιθυεια U+05D0 | θησαυ- ροις] θησαυρους U+05D0 τοις θησαυροις A | τις] ουδεις U+05D0* (τις U+05D0c.a(?)) | εισ| ελευσεται Β* ει| σελ. Bᵇ | επ] εις Q 4—5 επ εμε ι sup ras Bsaltab 5 επι σε φοβον Q)
Τῇ Κηδὰρ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος.
Οὕτως εἶπεν Κύριος Ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδάρ, καὶ πλήσατε τοὺς υἱοὺς Κέδεμ.
σκηνὰς αὐτῶν καὶ πρόβατα αὐτῶν λήμψονται· ἱμάτια αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ καμήλους αὐτῶν λήμψονται ἑαυτοῖς· καὶ καλέσατε ἐπʼ αὐτοὺς ἀπώλειαν κυκλόθεν.