Jeremias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
ὅτι ἐξωλέθρευσεν Κύριος τὴν Βαβυλῶνα, καὶ ἀπώλεσεν ἀπʼ αὐτῆς φωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά, ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτῆς.
ὅτι ἦλθεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία, ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς, ἐπτόηται τὸ τόξον [*](U+05D0AQ)[*](43 om ως U+05D0AQ | γη] παντες ?? εις αφανισμον Qmg | ου] pr ?? θ΄ γη Qmg | ουδε εις] ουδεις U+05D0Q + ?? ανος Qᵐᵍ | καταλυση U+05D0Q 44 προς αυτην ετι (επι U+05D0* vid)] ετι προς αυτην AQ | εθνη] + ӄ γε το τειχος Βαβυλωνος επεσεν (45) εξελθετε εκ μεσου αυτης λαος μου ӄ σωζετε εκαστος την ψυχην αυτου απο θυμου οργης κῡ (46) μηποτε διλιασει η καρδια υμων ӄ φοβηθητε εσ τη ακοη τη ακουσθησομενη ε| τη γη ӄ εισελευσεται εν τω ενιαυτω η ακοη ӄ μετ αυτο| εν τω ενιαυτω η ακοη ӄ η αδικια εν τη γη ( +σ΄ ?? ӄ εξουσιαστης επ εξουσιαστην) παραβολη επι παραβολην (47) δια τουτο ιδου ημεραι ερχονται φησιν κς ӄ επισκεψομαι επι τα γλυπτα Βαβυλωνος ӄ πασα η γη αυτης καται- σχυνθησεται και παντες τραυματιαι αυτης πεσουνται εν μεσω αυτης (48) ӄ αγαλλιασονται επι Βαβυλωνα οι ουρανοι και η γη και παντα τα εν αυτοις οτι απο βορρα ηξουσι ταλαιπωρουντες αυτην λεγει κς (49) και μεντοι εν Βαβυλωνι του πεσειν τραυματιας Ιηλ εν αυτη [adnot δει ειδεναι ως εν τισιν αντιγραφοις ταυτα μετα αστερισκων κεινται ου καλως] Qmg 49 τραυματιαι πασης της γης] και παντα τα εθνη U+05D0 50 γης] της B* (γης Bᵃᵇ) | om και 1° A ιστασθε] + εις γην U+05D0* (postea improb) | μνησθητε οι μακροθεν Q | οι μακροθεν] om οι U+05D0* (superscr U+05D0c.a (?)) | και Ιερουσαλημ| εισημ U+05D0* ӄ Ισημ U+05D0c.a (?) | αναψατω U+05D0 | την καρδιαν] om την Q | υμων] ημων A 51 ησῡ|θη- μεν U+05D0* (ησχῡlθ. U+05D0?) | ημων 1°] υμων U+05D0* (η superscr U+05D0c.a (?)) | εισ|ηλθον B* ει|σηλθ. B? pr οτι Q 52 δια τουτο] + ταδε λεγει κς U+05D0 | ημεραι] + ερχονται Bᵃᵇ ᵐg U+05D0 (-ντε U+05D0* -νται U+05D0c.ᵇ) AQ | om λεγει Κυριος U+05D0 | om επι U+05D0 | πεσουτε U+05D0* (ν superscr U+05D0?) τραματιαι U+05D0* (υ superscr U+05D0?) 53 εαν 2°] αν Q* (ε superscr Qᵃ) | οχυρωση] υψωση Q | τα τειχη] τα υψη Bᵃᵇ υψη U+05D0* υψος U+05D0c.a AQ | ισχυι| ισχυος U+05D0c.a AQ (pr ?? της Qmg) | εξολοθρευοντες Bᵇ 54 κραυης U+05D0* (γ superscr U+05D0?) | εν γη] εκ γης A | Χαδεων U+05D0* (λ superscr U+05D0? 55 εξωλοθρευσεν Bb | om ως Q 56 εαλωκαν U+05D0* (σ superscr U+05D0?))
Κύριος ἀνταποδίδωσιν [*](B) καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοφοὺς αὐτῆς καὶ τοὺς στρατηγοὺς αὐτῆς, λέγει ὁ βασιλεύς, Κύριος Παντοκράτωρ ὄνομα αὐτῷ.
τάδε λέγει Κύριος Τεῖχος Βαβυλῶνος ἐπλατύνθη, κατασκαπτόμενον κατασκαφήσεται, καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐνπυρισθήσονται, καὶ οὐ κοπιάσουσιν λαοὶ εἰς κενόν, καὶ ἔθνη ἐν ἀρχῇ ἐκλείψουσιν.
Ὁ λόγος ὃν ἐνετείλατο Κύριος Ἰερεμίᾳ τῷ προφήτῃ εἰπεῖν τῷ Σαραία υἱῷ Νηρείου υἱῷ Μαασαίου, ὅτε ἐπορεύετο παρὰ Σεδεκίου βασιλέως Ἰούδα εἰς Βαβυλῶνα, ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ· καὶ Σαραίας ἄρχων δώρων.
καὶ ἔγραψεν Ἰερεμίας πάντα τὰ κακὰ ἃ ἥξει ἐπὶ Βαβυλῶνα ἐν βιβλίῳ, πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλῶνα.
Καὶ εἶπεν Ἰερεμίας πρὸς Σαραίαν Ὅταν ἔλθῃς εἰς Βαβυλῶνα, καὶ ὄψῃ καὶ ἀναγνώσῃ πάντας τοὺς λόγους τούτους,
καὶ ἐρεῖς Κύριε Κύριε, σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον τοῦ ἐξολεθρεῦσαι αὐτὸν καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντας ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται.
καὶ ἔσται ὅταν παύσῃ τοῦ ἀναγινώσκειν τὸ βιβλίον τοῦτο, καὶ ἐπιδήσεις ἐπʼ αὐτὸ λίθον καὶ ῥίψεις αὐτὸ εἰς μέσον τοῦ Εὐφράτου,
καὶ ἐρεῖς Οὕτως καταδύσεται Βαβυλών, καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν Χαλδαίων ὧν ἐγὼ ἐπάγω ἐπʼ αὐτήν.
Ἐπὶ τοὺς ἀλλοφύλους.
(2)Τάδε λέγει Κύριος
Ἰδοὺ ὕδατα ἀναβαίνει ἀπὸ βορρᾶ, καὶ ἔσται εἰς χειμάρρουν κατακλύζοντα, καὶ κατακλύσει γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πολιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ· καὶ κεκράξονται οἱ ἄνθρωποι, καὶ ἀλαλάξουσιν ἄπαντες οἱ κατοικοῦντες τὴν γῆν
ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ, ἀπὸ τῶν ὁπλῶν τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρματων αὐτοῦ, ἤχου τροχῶν αὐτοῦ. οὐκ ἐπέστρεψαν πατέρες ἐφʼ υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν,
ἐν τῇ ἡμέρᾳ τῇ ἐπερχομένῃ τοῦ ἀπολέσαι πάντας τοὺς ἀλλοφύλους. καὶ ἀφανιῶ τὴν Τύρον καὶ τὴν Σειδῶνα καὶ πάντας τοὺς καταλοίπους τῆς βοηθείας αὐτῶν, ὅτι ἐξολεθρεύσει Κύριος τοὺς καταλοίπους τῶν νήσων.
ἥκει φαλάκρωμα ἐπὶ Γάζαν, ἀπερίφη Ἀσκάλων καὶ οἱ κατάλοιποι Ἐνακείμ.
ἕως τίνος κόψεις, (⁶)ἡ μάχαιρα τοῦ κυρίου; ἕως τίνος οὐχ ἡσυχάσεις; ἀποκατάστηθι εἰς τὸν κολεόν σου, ἀνάπαυσαι καὶ ἐπάρθητι.
πῶς ἡσυχάσεις καὶ Κύριος ἐνετείλατο αὐτῇ ἐπὶ τὴν Ἀσκάλωνα καὶ ἐπὶ τὰς παραθαλασσίους, ἐπὶ τὰς καταλοίπους, ἐπεγερθῆναι.
Τῇ Ἰδουμαίᾳ.
Τάδε λέγει Κύριος Οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμάν, ἀπώλετο βουλὴ ἐκ συνετῶν, ὤχετο σοφία αὐτῶν,
ἠπατήθη ὁ τόπος αὐτῶν. βαθύνατε εἰς κάθισιν οἱ κατοικοῦντες ἐν Δαιδάμ, ὅτι δύσκολα ἐποίησεν· ἤγαγον ἐπʼ αὐτὸν ἐν χρόνῳ ᾧ ἐπεσκεψάμην ἐπʼ αὐτόν.
ὅτι τρυγηταὶ ἦλθον οἳ οὐ καταλείψουσίν σοι κατάλιμμα· [*](B) ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χεῖρα αὐτῶν.