Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

παρασκευάζετε τὰ τοξεύματα, πληροῦτε τὰς φαρέτρας· ἤγειρεν Κύριος τὸ πνεῦμα βασιλέως Μήδων, ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ τοῦ ἐξολεθρεῦσαι αὐτήν, ὅτι ἐκδίκησις Κυρίου ἐστίν, ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν.

ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον, ἐπιστήσατε φαρέτρας, ἐγείρατε φυλακάς, ἑτοιμάσατε ὅπλα, ὅτι ἐνεχείρησεν· καὶ ποιήσει Κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα,

κατασκηνοῦντας ἐφʼ ὕδασι πολλοῖς καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς· ἤκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχα σου.

ὅτι ὤμοσεν Κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ διότι Πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων, καὶ φθέγξονται ἐπὶ σέ οἱ καταβαίνοντες.

ΙΙοιῶν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ, ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν,

εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν τῷ οὐρανῷ, καὶ ἀνήγαγεν νεφέλας ἀπʼ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φῶς ἐκ τῶν θησαυρῶν αὐτοῦ.

ἐματαιώθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσαν, οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς.

μάταιά ἐστιν, ἔργα μεμωκημένα, ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται.

οὐ τοιαύτη μερὶς τῷ Ἰακώβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτός [*](7 Κυριου] θῡ U+05D0 8 αφνων U+05D0* | om θρηνειτε αυτην U+05D0* (hab U+05D0c.a (?)ᵐᵍ) | U+05D0AQ ρητεινην B* (-τινην Bb) ριτινην A 9 Βαβυλωναν U+05D0* | εγκαταλιπωμεν Bᵇ ενκαταλειπωμεν U+05D0* εγκαταλειπωμεν U+05D0c.a A εγκαταλειπομεν Q | ηγγικεν] ηγγεισεν U+05D0A ​| αστων U+05D0* (αστρ. U+05D0?) 10 εν] εις AQ | Σιων U+05D0AQ | του θεου] om του U+05D0AQ 11 παρασκευασατε A | φαλετρας B* (φαρ. Bᵃ?ᵇ) | βασιλεων U+05D0* (-λεως B?) | του εξολεθρευσαι (εξολοθρ. Bᵇ εξωλεθρ. U+05D0)] om του Q | Κυριου] pr παρα Q | om εστιν 2° Q 12 τειχεων] pr ?? των Qᵐᵍ | om επιστησατε φαροτρας Q* (hab Qmg) | φαρετραν U+05D0* (-τρας U+05D0?) | εγειρατε] εγειρετε A επιστησατε Q | om και ποιησει Κυριος α ελαλησεν U+05D0* (hab U+05D0c.a (?) ᵐᵍ) α] οσα Q 13 κατασκηνουσα Q | υδατι U+05D0* (υδασι U+05D0c.a (?)) | εις (ει|ς B* εις B?)] επι U+05D0A 14 καταβεννοντες A 15 ποιων] pr ο U+05D0Q | συν|εσει B* συνε|σ. Bᵃ 16 ηχος] πληθος ηχους Q | των θησαυρων] om των U+05D0Q 17 εματαιωθη] εμωρανθη AQ | αυτου] αυτων U+05D0* (superscr ου U+05D0?) | εχωνευσεν A 19 ου τοιαυτη] ουτοι· αυτη A | μερις] pr η Q (η sub ?? Q? ))

286
[*](B) ἐστιν κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ.

διασκορπίζεις σύ μοι σκεύη πολέμου, καὶ διασκορπιῶ ἐν σοὶ ἔθνη καὶ ἐξαρῶ ἐκ σοῦ βασιλεῖς.

καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἐπιβάτην αὐτοῦ,

καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν· καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρθένον, καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα.

καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ, καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ, καὶ διασκορπιῶ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου.

καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν ἃς ἐποίησαν ἐπὶ Σειὼν κατʼ ὀφθαλμοὺς ὑμῶν, λέγει Κύριος.

Ἰδοὺ ἐγὼ πρὸς σέ, τὸ ὄρος τὸ διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ κατακυλιῶ σε ἐπὶ τῶν πετρῶν, καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον,

καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον, ὅτι εἰς ἀφανισμὸν εἰς τὸν αἰῶνα ἔσῃ, λέγει Κύριος.

ἄρατε σημεῖον ἐπὶ τῆς γῆς, σαλπίσατε ἐν ἔθνεσιν σάλπιγγι, ἁγιάσατε ἐπʼ αὐτὴν ἔθνη, παραγγείλατε ἐπʼ αὐτήν, βασιλεῖς ἄρατε παρʼ ἐμοῦ, καὶ τοῖς Ἀσχαναζέοις· ἐπιστήσατε ἐπʼ αὐτὴν βελοστάσεις, ἀναβιβάσατε ἐπʼ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος.

ἀναβιβάσατε ἐπʼ αὐτὴν ἔθνη, τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς, τοὺς ἡγουμένους αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ.

ἐσείσθη ἡ γῆ καὶ ἐπόνεσεν, διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς Κυρίου τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν καὶ μὴ κατοικεῖσθαι αὐτήν.

ἐξέλιπεν μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν, καθήσονται ἐκεῖ ἐν περιοχῇ, ἐθραύσθη ἡ δυναστεία αὐτῶν, ἐγενήθησαν ὡσεὶ γυναῖκες· [*](U+05D0AQ)[*](19 κληρονομια] σ΄ μερις αυτου ραβδος Qmᵍ | Κυριος] + ?? των δυναμεων Qmg 20 πολεμοι inceb U+05D0* | και 1°] καγω A | εκ σου] εν σοι Q 21 δισκορπιω A (διασκ. A¹) | επιβαιην] αναβατην AQ 22 νεανισκον] ανδρα AQ | παρθενον] γυναικα A γυν. αυτου Q | ανδρα] νεανισκον AQ | γυναικα] παρθενον A παρθ. αυτου Q 23 ηγεμονα A | om σου U+05D0 24 Βαβυλωνια A | om πασι Q | κα- τοικουσιν U+05D0A | Χαλδεους U+05D0 | κακιας] αδικιας A | om αυτων U+05D0 | Σιων BᵇU+05D0AQ) 25 κατακυλισω A | επι 2°] απο U+05D0AQ | ενπεπυρισμενον U+05D0 εμπεπυριμμ. U+05D0* vid 26 εις τον αιωνα εση] εση εις τον αιωνα A αιωνιον εση Q 27 γης] + λεγει κς U+05D0* (improb U+05D0c.ᵃ) + σαλπισαται εν εθνεσν U+05D0c.a ᵐᵍ εθνεσι BᵇQᵃ | αυτην 1°] αυτη A* (-την A¹) | βασιλεις αρατε] βασιλειαις Αραρεθ A βασιλειαις Αραρετ Q | Ασχαναζαιοις A Ασκ. Q | βελοστασις U+05D0 (-σεις U+05D0c.b) A 27—28 om ιππον...επ αυτην U+05D0* (hab U+05D0c.a (?) ᵐᵍ) 27 ιππων U+05D0c.a(?) ᵐᵍ (corr ιππον) 28 εθνη τον] η τ sup ras Bᵃᵇ | τους ηγουμενους] ηγουμενους U+05D0 τους ηγεμονας A | τους στρατηγους] om τους U+05D0 | αυτου 2°] + και πασης της γης εξουσιας αυτου A + ?? ӄ π. τ. γ. της εξουσιας αυτ. Qᵐᵍ 29 ανεστη U+05D0* (εξανεστη U+05D0c.a (?)) 30 εξελειπεν U+05D0c.a A | καθησονται] pr και A | δυναστια U+05D0A | εγενη- θησαν] pr και U+05D0 )

287
ἐνεπυρίσθη τὰ σκηνώματα αὐτῆς, συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς.