Jeremias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτῶν καὶ ἐπὶ τὸν σύμμικτον τὸν ἐν μέσῳ αὐτῆς, καὶ ἔσονται ὡσεὶ γυναῖκες· μάχαιραν ἐπὶ τοὺς θησαυροὺς αὐτῆς, καὶ διασκορπισθήσονται
ἐπὶ τῷ ὕδατι αὐτῆς, καὶ καταισχυνθήσονται, ὅτι γῆ τῶν γλυπτῶν ἐστιν, καὶ ἐν ταῖς νήσοις οὗ κατεκαυχῶντο.
διὰ τοῦτο κατοικήσουσιν ἰνδάλματα ἐν ταῖς νήσοις, καὶ κατοικήσουσιν ἐν αὐτῇ θυγατέρες σειρήνων· οὐ μὴ κατοικηθῇ οὐκέτι εἰς τὸν αἰῶνα.
καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα καὶ τὰς ὁμορούσας αὐταῖς, εἶπεν Κύριος, οὐ μὴ κατοικήσῃ ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ παροικήσει ἐκεῖ υἱὸς ἀνθρώπου.
ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνος μέγα καὶ βασιλεῖς πολλοὶ ἐξεγερθήσονται ἀπʼ ἐσχάτου τῆς γῆς,
τόξον καὶ ἐνχειρίδιον ἔχοντες· [*](31 επι] προς A | υβριστρειαν B* υβρινστιαν U+05D0* υβριστιαν A (υβριστριαν U+05D0AQ Bᵇ U+05D0?Q) | καιρος] + σου Q* (om Q?) | εκδικησεως] pr της U+05D0A om σου 2° Q* (superscr Qᵃ) 33 καταδυναστευνται Q* | οι υιοι (bis)] om οι U+05D0 | αιχμαλωτευσαντες (αιχμαλευσ. B* αιχμαλωτευσ. Bᵃᵇ)] αιχμαλωτευοντες Q | om κατεδυναστευσαν αυτους U+05D0* (hab U+05D0c.a (?)ᵐᵍ) 34 τοις κατοικουσι (-σιν A)] τοις παροικουσιν U+05D0 τους κατοικουντας Qmᵍ 35 Χαλδεους U+05D0 | κατοικουντα U+05D0* (ς superscrU+05D0?) 36 μαχαιραν 1°] pr α΄ ?? μαχαιραν επι τα μαντεια αυτης ӄ εξαρθησονται Qmᵍ 37 om επι 2° A | τον συμμικτον (σῡ|μ. U+05D0)] pr ?? πανια Qmg | τον εν μεσω] om τον U+05D0* (superscr U+05D0?) | αυτης] αυτων Qᵃ | ωσει] ως AQ* (ωσει Qmg) | διασκορπισθησονται] διαρπαγησονται Q 38 επι] εν U+05D0 pr μαχαιρᾱ| Qmg | αυτης] + επεποιθει AQ* + ω επεποιθ. Qᵃ (ω superscr) | και 1°] pr ӄ ξηρανθησετε Qmg | ου] σου U+05D0 om AQ 39 νδαλμαται U+05D0* | ταις νησοις] τοις ν. U+05D0* vid | και] + δια τουτο U+05D0* (improb) U+05D0?) | αυτη] αυταις Q | σιρηνην U+05D0* (-νων U+05D0c.a (?)) + ?? ӄ ουκ οιδομηθησετε (sic) ετι εις το νικος Qmg | αιωναν U+05D0* 40 Σοδομα] pr θ΄ ?? την Qmᵍ | ομορουσας BU+05D0? Qa] ομορρουσας U+05D0* ομορρουσας A ομοροουσας Q* | κατοικησει (-σι U+05D0* -σει U+05D0c.ᵇ) U+05D0A | παροικησει] κατοικησει A παροικηση Q 41 βορρα (-ρραν U+05D0*)] pr γης A 42 εγχειριδιον BᵇQ)
ἤκουσεν βασιλεὺς Βαβυλῶνος τὴν ἀκοὴν αὐτῶν, καὶ παρελύθησαν αἱ χεῖρες αὐτοῦ· θλίψις κατεκράτησεν αὐτοῦ, ὠδῖνες ὡς τικτούσης.
ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ τοῦ Ἰορδάνου εἰς Γαιθάν, ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπʼ αὐτῆς, καὶ πάντα νεανίσκον ἐπʼ αὐτὴν ἐπιστήσω. ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι ; καὶ τίς οὗτος ποιμὴν ὃς στήσεται κατὰ πρόσωπόν μου;
διὰ τοῦτο ἀκούσατε τὴν βουλὴν Κυρίου ἣν βεβούλευται ἐπὶ Βαβυλῶνα, καὶ λογισμοὺς αὐτοῦ οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους· ἐὰν μὴ διαφθαρῇ τὰ ἀρνία τῶν προβάτων αὐτῶν, ἐὰν μὴ ἀφανισθῇ νομὴ ἀπʼ αὐτῶν.
ὅτι ἀπὸ φωνῆς ἁλώσεως Βαβυλῶνος σεισθήσεται ἡ γῆ, καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται.
Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσαωνα διαφθείροντα.
καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς, καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς· οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς.
τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ, καὶ περιθέσθω ᾧ ἐστὶν ὅπλα αὐτοῦ, καὶ μὴ φείσησθε ἐπὶ νεανίσκους αὐτῆς καὶ ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς.
καὶ πεσοῦνται τραυματίαι ἐν γῇ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτῆς.
διότι οὐκ ἐχήρευσεν Ἰσραὴλ καὶ Ἰούδας ἀπὸ θεοῦ αὐτῶν, ἀπὸ Κυρίου Παντοκράτορος· ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων Ἰσραήλ.
φεύγετε ἐκ μέσου Βαβυλῶνος καὶ ἀνασώζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ, καὶ μὴ ἀποριφῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς, ὅτι καιρὸς ἐκδικήσεως [*](U+05D0AQ)[*](42 ελεησει U+05D0Q | ουτων] αυτου A | ιππον U+05D0* (ιπποις U+05D0c. ᵃ(?)) | ιππασονται παρεσκευασμενοι (παρασκ. B* παρεσκ. Bᵃ? ᵇ )] παρεσκ. ιππασ. U+05D0 | προσε U+05D0* (προς σε B?) | θυγατηρ U+05D0AQ 43 om και A* (hab ӄ Aᵃ?) αυτου 1°] αυτων U+05D0* κατεκρατησαν Q | αυτου 2°] αυτους U+05D0* A 44 του Ιορδ.] pr α΄θ΄ ?? φρυαγματος Qmg | Γαιθαν] Θαιθαμ A* Χαιθαμ postea Γαιθαμ U+05D0? τοπον Αιθαμ AQ | ποιμην] pr ο Q | οστησεται A (sic) 45 ακουσατε] pr α U+05D0* | λο- γισμους] διαλογισμους A | om αυτου A | ελογισατο] διελογισατο A | Χαλδεους διαφθαρη] διαφθιρω A* (improb Aᵃ?) αφανσεισθη U+05D0* (αφανεισθη U+05D0?) | νομη απ ουτων] νομη αυτ, U+05D0* (ν. απ αυτ, U+05D0? ᵐᵍ) απ αυτων νομη Q 46 οτι] διοτι Q | κραυη U+05D0* + αυτης Q XXVIII 1 Χαλδαιους (-δεους U+05D0)] α΄ καρδιαν επεγειρᾱ|των σ΄ Αεβκαβη Qᵐᵍ 2 εις] επι Q | καθυβριουσιν A καθυβρισωσιν Q | αυτης 1°] εκεινην U+05D0* (αυτης U+05D0c.a (?)ᵐᵍ) | ουαι] pr α΄σ΄ ?? οτι Qᵐᵍ 3 τει- νετω] pr επ αυτην U+05D0c.a mg pr επ αυτη Q | om και 1° Q | περιθεσθω] pr επ αυτη| Qmg | ω] ως U+05D0 | improb και 2° U+05D0c.aQ | νεανισκους] pr τους Q | αυαυτης (1°) U+05D0* 4 τραματιαι U+05D0 | Χαλδεων U+05D0 5 διοτι] δια τι A | θεου] pr κῡ A | om απο 2° A 6 εκατος U+05D0* | om και 2° Q | απορριφητε Bᵃ?ᵇ | καιρος] pr ο U+05D0)
ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ Κυρίου, μεθύσκον πᾶσαν τὴν γῆν· ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη, διὰ τοῦτο ἐσαλεύθησαν·
καὶ ἄφνω ἔπεσεν Βαβυλὼν καὶ συνετρίβη. θρηνεῖτε αὐτήν, λάβετε ῥητίνην τῇ διαφθορᾷ αὐτῆς, εἵ πως ἰαθήσεται.
ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐνκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ, ὅτι ἔγγικεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς, ἐξῆρεν ἕως τῶν ἄστρων.
ἐξήνεγκεν Κύριος τὸ κρίμα αὐτοῦ· δεῦτε καὶ ἀναγγείλωμεν ἐν Σειὼν τὰ ἔργα Κυρίου τοῦ θεοῦ ἡμῶν.