Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς· οἱ ἐχθροὶ αὐτῶν εἶπαν Μὴ ἀνῶμεν αὐτούς, ἀνθʼ ὧν ἥμαρτον τῷ κυρίῳ· νομὴ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν.

ἀπαλλοτριὼθητε ἐκ μέσου Βαβυλῶνος καὶ ἀπὸ γῆς Χαλδαίων καὶ ἐξέλθατε, καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων.

ὅτι ίδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐθνῶν ἐκ γῆς βορρᾶ, καὶ παρατάξονται αὐτῇ· ἐκεῖθεν ἁλώσεται, ὡς βολὶς [*](U+05D0AQ)[*](28 φοβου] φοβηθης Q | ειμι εγω Q | συντελιαν U+05D0 | παντι] + εθνει BaᵇU+05D0AQ | εις ους] ου U+05D0 | σε 2° sup ras Bᵃ et b (vid)) | εκλειπειν U+05D0c.a A | κριμα] κρισιν A | αθωον] αθοων U+05D0Q* XXVII 1 λογος] pr ο U+05D0AQ | om Κυριου AQ | ελαλησεν] + κς AQ | Βαβυλωνα] + α΄ ?? προς γην Χαλδαιω| εν χειρι Ιερεμιου του προφητου Qmg 2 εθεσιν U+05D0* (εθν. U+05D0?) | και 1°] επαρατε σημειο| ακουστον ποιησατε Qᵐᵍ | Βηλος] Βηλ U+05D0AQ | παρδοθη U+05D0* (παρεδ. Bᵃᵇ) | Μαιωδακ (Μεωδαχ U+05D0AQ adnot τυχη της πολεως Qᵐᵍ)] + θ΄ ?? ησχυνθησᾱ| τα ειδωλα αυτης ησχῡ|θησαν τα βδελυγματα αυτης Qᵐᵍ 3 αυτην] αυτη A* (superscr ν A¹ fort) | αυτης] η sup ras Aᵃ | om και 2° AQ | κτηνους] + α΄ ?? εσαλευθησα| απηλθον Qmg 4 εν 1°] pr και U+05D0 | ημερας U+05D0* | Ισραηλ] Ιαλωβ A | om αυτοι A | τον κυριον] κν τον U+05D0Q 5 Σιων BᵇU+05D0AQ pr εις U+05D0A καταφευξοται] ξ sup ras Aᵃ | τον θεον] om Q om τον U+05D0A | δαθηκη U+05D0* 6 επελαθεντο U+05D0A 7 om καταναλισκον αυτους U+05D0* (hab U+05D0c.a (ᵐᵍ)) | κατανηλισκον BᵃᵇU+05D0c.a Qᵃ | ειπον U+05D0 | ημαρτοσαν Q 8 απηλλοτριωθητε A | Χαλδεων U+05D0 | εξελθετε Qa | κατα προσ. προβατων] σ΄ εμπροσθεν ποιμνιων Qmg 9 βορραν U+05D0* αλωσονται A | ως...συνετου] α΄ τα βελη αυτου ως γιγας ατεκνω| σ΄ τα β. αυτ. ως δυνατου συνετου Qmg)

281
μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή.

καὶ ἔσται ἡ Χαλδαία εἰς [*](B) προνομήν, πάντες οἱ προνομεύοντες αὐτὴν ἐνπλησθήσονται.

ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου, διότι ἐσκιρτᾶτε ὡς βοίδια ἐν βοτάνῃ, καὶ ἐκερατίζετε ὡς ταῦροι.

ᾐσχύνθη ἡ μήτηρ ὑμῶν σφόδρα. μήτηρ ἐπʼ ἀγαθά, ἐσχάτη ἐθνῶν, ἔρημος,

ἀπὸ ὀργῆς Κυρίου οὐ κατοικηθήσεται· καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα, καὶ πᾶς ὁ διοδεύων διὰ Βαβυλῶνος σκυθρωπάσει, καὶ συριοῦσιν ἐπὶ πᾶσαν τὴν πληγὴν αὐτῆς.

παρατάξασθε ἐπὶ Βαβυλῶνα κύκλῳ πάντες τείνοντες τόξον, τοξεύσατε ἐπʼ αὐτήν, μὴ φείσησθε ἐπὶ τοῖς τοξεύμασιν ὑμῶν,

καὶ κατακρατήσατε αὐτὴν· παρελύθησαν αἱ χεῖρες αὐτῆς, ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς, καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς· ὅτι ἐκδίκησις παρὰ θεοῦ ἐστίν, ἐκδικεῖτε ἐπʼ αὐτήν, καθὼς ἐποίησεν ποιήσατε αὐτῇ.

ἐξολεθρεύσατε σπέρμα ἐκ Βαβυλῶνος κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ, ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὐτοῦ ἀποστρέψουσιν, καὶ ἕκαστος εἰς τὴν γῆν αὐτοῦ φεύξεται.

Πρόβατον πλανώμενον Ἰσραήλ, λέοντες ἐξῶσαν αὐτόν· ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς Ἀσσούρ, καὶ οὕτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ βασιλεὺς Βαβυλῶνος.

διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐκδικῶ ἐπὶ τὸν Βαβυλῶνος καὶ ἐπὶ τὴν γῆν αὐτοῦ καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ἀσσούρ.

καὶ ἀποκαταστήσω τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ, καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει Ἐφράιμ καὶ ἐν τῷ Γαλαάδ, καὶ πλησθήσεται ἡ ψυχὴ αὐτοῦ.

ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ [*](9 επιστρεψει] εποστρεψει Q 10 παντες] pr και Q | προνομευσαντες U+05D0AQ A | εμπλησθησονται Bᵃ?ᵇU+05D0AQ 11 ευφραιν. BᵃᵇQᵃ | κατακαυχασθε U+05D0 12 η μητηρ υμων σφοδρα sub ?? οι γ΄ Q(ᵐᵍ) | υμων] ημων A | σφοδρα] + ενε- τραπη η τειουσα ημας A + (sub ?? ) ενετρ. η τ. υμας Q | επ] εις Q | εσχατη] pr ?? ιδου Qmᵍ 13 ορης U+05D0* (οργ. U+05D0?) κατ ικηθησεται] κατοικισθησεται Q + εις τον αιωνα A | πασα] + η γη A | σκυθρωπασει] κυ|κλωπασει U+05D0* (σκυθρ. U+05D0c.a(?)) | συριουσιν (ριουσιν U+05D0* συρ. U+05D0c.a (?) )] συριει) Q 14 κυκλω] κυκλοθεν Q | μη] pr και U+05D0 | φισσθαι U+05D0* (φισησθαι U+05D0c.a (?)) | υμων] + παντες οτι τω κω ημαρτεν U+05D0mᵍ 15 αυτην 1°] pr επ AQ | επεσον U+05D0Qa | επαλξις U+05D0* (-ξεις U+05D0c.a (?)) | αυτης 2°] incep ε U+05D0* | om και 2° AQ | θεου] pr του U+05D0Q | εκδι- κειτε] εκδικηται U+05D0 εκδικησαται U+05D0c.a (?) (postea -κητοῖ revoc ut vid) εκδικησατε Q 16 εξολεθρευσατε (εξολοθρ.)] εξωλεθρευσατε U+05D0 | λαον] τοπον A την γην] τον οικον A 17 λεοντες] λεγοντες U+05D0* | εφαγεν] κατεφαγεν Q | οστερος U+05D0* ο υστερος postea ουτος ο υστερον U+05D0? 18 Κυριος] + α΄θ΄ ?? των δυναμεων ο θς Ιηλ Qmg | Βαβυλωνος] pr βασιλεα Bᵃᵇ⁽ᵐᵍ) U+05D0AQ | om επι 2° Q | εξεδικηκα U+05D0* (-σα U+05D0c.a (?)) 19 νεμησονται Q | Εφρεμ U+05D0 | τω Γαλααδ] γη Γ. A | πλησθησεται (πλη|σθ. U+05D0* πλησ|θ. U+05D0?)] εμπλησθησεται AQ* εμπλησθησονται )

282
[*](B) ἐκείνῳ ζητήσουσιν τὴν ἀδικίαν Ἰσραὴλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας Ἰούδα, καὶ οὐ μὴ εὑρεθῶσιν, ὅτι ἵλεως ἔσομαι τοῖς ὑπολελιμμένοις ἐπὶ τῆς γῆς, λέγει Κύριος.

Πικρῶς ἐπίβηθι ἐπʼ αὐτὴν καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐπʼ αὐτὴν· ἐκδίκησον μάχαιρα καὶ ἀφάνισον, λέγει Κύριος, καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι.

φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γῆ Χαλδαίων.

πῶς ἐκλάσθη καὶ συνετρίβη ἡ σφῦρα πάσης τῆς γῆς; πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν;

ἐπιβήσονταί σοι, καὶ οὐ γνώσῃ ὡς Βαβυλὼν καὶ ἁλώσῃ· εὑρέθης καὶ ἐλήμφθης, ὅτι τῷ κυρίῳ ἀντέστης.

ἤνοιξεν Κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ κυρίῳ θεῷ ἐν γῇ Χαλδαίων,

ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς. ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς, ἐραυνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεθρεύσατε αὐτήν, μὴ γενέσθω αὐτῆς κατάλιμμα·