Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Λόγος Κυρίου ὃν ἐλάλησεν ἐπὶ Βαβυλῶνα.

Ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε· εἴπατε Ἑάλωκεν Βαβυλών, κατῃσχύνθη Βῆλος ἡ ἀπτόητος, ἡ τρυφερὰ παρεδόθη Μαιωδάκ.

ὅτι ἀνέβη ἐπʼ αὐτὴν ἔθνος ἀπὸ βορρᾶ· οἶτος θήσει τὴν γῆν αὐτῆς εἰς ἀφανισμόν, καὶ οὐκ ἔσται ὁ κατοικῶν ἐν αὐτῇ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους.

ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ Ἰσραήλ, αὐτοὶ καὶ οἱ υἱοὶ Ἰούδα ἐπὶ τὸ αὐτὸ βαδίζοντες καὶ κλαίοντες πορεύσονται, τὸν κύριον θεὸν αὐτῶν ζητοῦντες.

ἕως Σειὼν ἐρωτήσουσιν τὴν ὁδόν, ὦδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσιν, καὶ ἥξουσιν καὶ καταφεύξονται πρὸς Κύριον τὸν θεόν· διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται.

Πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου, οἱ ποιμένες αὐτῶν ἐξῶσαν αὐτούς, ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάθοντο κοίτης αὐτῶν.