Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ πέρας λαλήσω ἐπὶ ἔθνος καὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσθαι καὶ τοῦ καταφυτεύεσθαι,

καὶ ποιήσωσιν τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς φωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαθῶν ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.

καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας Ἰερουσαλήμ Ἰδοὺ ἐγὼ πλάσσω ἐφʼ ὑμᾶς κακά, καὶ λογίζομαι ἐφʼ ὑμᾶς λογισμόν· ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. καὶ καλλίονα ποιήσετε τὰ ἐπιτηδεύματα ὑμῶν.

καὶ εἶπαν Ἀνδριούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν.

Διὰ τοῦτο τάδε λέγει Κύριος Ἐρωτήσατε δὴ ἐν ἔθνεσιν Τίς ἤκουσεν τοιαῦτα φρικτὰ ἃ ἐποίησεν σφόδρα παρθένος Ἰσραήλ;

μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοί, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον;

ὅτι ἐπελάθοντό μου λαός μου, εἰς κενὸν ἐθυμίασαν, καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν,

τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι αὐτῆς ἐκστήσονται καὶ κινήσουσιν τὴν κεφαλὴν αὐτῶν.

ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν αὐτῶν, δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν.

Καὶ εἶπαν Δεῦτε λογισώμεθα ἐπὶ Ἰερεμίαν λογισμόν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετοῦ καὶ λόγος ἀπὸ προφήτου· δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους [*](U+05D0AQ)[*](7 αυτους] + σ΄ ?? ӄ καθελειν Qmᵍ 8 επιστραφη] ras aliq in η B? επι- στρεψη AQ | om παντων Q om ουτων A των κακων (2°)] pr παντω| U+05D0A | ελογισαμην] ελαλησα A 9 εθνη A | βασιλειαν (-λιαν U+05D0*)] pr επι U+05D0Q επι βασιλειας A 10 ποιησουσι U+05D0A (-σιν) | την φωνην A 11 ειπον] ενιπον U+05D0* ειπεν A* vid (ο sup ras A¹) | ανδρα U+05D0* | Ιερουσαλημ] pr εν U+05D0 | ιδου] pr ?? λεγων ουτως λεγει κς Qᵐᵍ | λογειμον U+05D0* (sup μ punctum superscr U+05D0?) | οδου] pr της A | ποιησατε AQ | τα επιτηδευματα] om τα U+05D0* (hab U+05D0c. ᵃ) | υμων] + ?? ӄ τας οδους υμων Qmᵍ 12 πορευσωμεθα U+05D0* 13 δη] in η ras aliq B?vid | εποιησεν] + μοι A | Ισραηλ] Ιημ U+05D0 Ιλημ A 14 om μη 1° U+05D0* hab U+05D0c. ᵃ (?) ᵐᵍ) | εκκλινει] εκκλινη U+05D0 εκλεινη A 15 επελαθεντο Β* U+05D0A (επελαθοντο Bᵇ salt Q) | λαος] pr ο U+05D0AQ | εθυμιασεν U+05D0* | om εις 2° A | πο- ρειαν (-ριαν U+05D0)] ποριας A 16 συριγμα (συρρηγμα A)] pr εις A | δια- πορευομενοι] παραπορ. A | αυτης] pr δι BᵃᵇU+05D0AQ | την κεφαλην BU+05D0c. ᵃ(?) Qa] om την U+05D0* τας κεφαλας AQ* 17 εχθρων] pr των A | ουτων 1°] + ?? αυχενα ӄ ου προσωπον Qmg | απωλιας U+05D0 18 ιερεων U+05D0* | συνετων U+05D0* | om εν A | ακουσομεθα] pr ?? ουκ Qmᵍ)

263
αὐτοῦ.

Εἰσάκουσόν μου, Κύριε, καὶ εἰσάκουσον τῆς φωνῆς τοῦ [*](B) δικαιώματός μου.

εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθῶν κακά ; ὅτι συνελάλησαν ῥήματα κατὰ τῆς ψυχῆς μου, καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι· μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαθά, τοῦ ἀποστρέψαι τὸν θυμόν σου ἀπʼ αὐτῶν.

διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμόν, καὶ ἄθροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας· γενέσθωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσθωσαν ἀνῃρημένοι θανάτῳ, καὶ οἱ υεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ.

γενηθήτω κραυγὴ ἐν ταῖς οἰκίαις αὐτῶν, ἐπάξεις ἐπʼ αὐτοὺς λῃστὰς ἄφνω, ὅτι ἐνεχείρησαν λόγον εἰς σύνλημψίν μου καὶ παγίδας ἔκρυψαν ἐπʼ ἐμέ.

καὶ σύ, Κύριε, ἔγνως ἄπασαν τὴν βουλὴν αὐτῶν ἐπʼ ἐμὲ εἰς θάνατον· μὴ ἀθῳώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς· γενέσθω ἡ ἀσθένεια αὐτῶν ἐναντίον σου, ἐν καιρῷ θυμοῦ σου ποίησον ἐν αὐτοῖς.