Jeremias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰερεμίαν περὶ τῆς ἀβροχίας.

Ἐπένθησεν ἡ Ἰουδαία, καὶ αἱ πύλαι αὐτῆς ἐκενώθησαν, καὶ ἐσκοτώθησαν ἐπὶ τῆς γῆς, καὶ ἡ κραυγὴ τῆς Ἰερουσαλὴμ ἀνέβη,

καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφʼ ὕδωρ· ἤλθοσαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὔροσαν ὕδωρ, καὶ ἀπέστρεψαν τὰ ἄγγια αὐτῶν κενά.

καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπεν, ὅτι οὐκ ἦν ὑετός· ἠσχύνθησαν οἱ γεωργοί, ἐπεκάλυψαν τὰς κεφαλὰς αὐτῶν.

καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐνκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη.

ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας· εἴλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος.

Αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· Κύριε, ποίησον ἡμῖν ἕνεκεν σοῦ, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σοῦ, ὅτι σοὶ ἡμάρτομεν.