Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Καὶ νῦν, Κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλός, ἔργον τῶν χειρῶν σου πάντες.

μὴ ὀργίζου ἡμῖν σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς.

πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος Σιών ὡς ἔρημος ἐγενήθη Ἰερουσαλήμ· εἷς κατάραν

ὁ οἶκος τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα ἦν ηὐλόγησαν οἱ πατέρες ἡμῶν ἐγενήθη πυρί· καυστος. καὶ πάντα τὰ ἔνδοξα συνέπεσεν.

καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχον, Κύριε, καὶ ἐσιώπησας, καὶ ἐταπείνωσας ἡμᾶς σφόδρα.