Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ὅταν ποιῇς τὸ, ἔνδοξα· τρόμος λήμψεται ἀπὸ σοῦ ὅρη.

ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ σοῦ>, καὶ τὰ ἔργα σου ἀ ποιήσεις τοῖς ὑπομένουσιν

συναντήσεται γὰρ τοῖς ποιοῦσιν τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν· διὸ, τοῦτο ἐπλανήθημεν,

καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς, ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη καὶ ἐξερύημεν ὥς φύλλα διὰ τὰς ἀνομίας οὕτως ἄνεμος οἴσει

καὶ οὐκ ἔστιν ὅ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὃ μνησθεὶς ἀντιλαβέσθαι σου· ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ’ ἡμῶν, καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας