Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ εἶπεν αὐτοῖς Ἠσαίας Οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν Τάδε λέγει Κύριος Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων, ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων·

ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ.

Καὶ ἀπέστρεψεν Ῥαψάκης καὶ κατέλαβεν πολιορκοῦντα τὸν βασιλέα Λόβνα· καὶ ἤκουσεν βασιλεὺς Ἀσσυρίων

ὅτι ἐξῆλθεν Θαράθα βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Εζεκιαν λέγων

Οὕτως ἐρεῖτε Ἐζεκία βασιλεῖ τῆς Ιουδαίας Μή σε ἀπατάτω ὁ θεός σου, ἐφ᾽ ᾧ πεποιθὼς εἶ ἐπ᾽ αὐτῷ λέγων Οὐ μὴ παραδοθῇ Ἰερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων.

ἢ οὐκ ἤκουσας ἃ [*](22 ανήγγειλαν ΚΒ ρΐ. XXXVII I περιεβαλ. σακκον Β ρΐ. 7 και 7°] προτ Α. 40 ι°]4·σου Μ$δ βχο Α ιοό 147· οιη β^ο* Μ5 €χο Α. οπ» και δε-ηθηση.,.σου Κ^'^Α ιοό. *ινχο*] + το* θεον ΚΟί^Γ ρΐ. 5 0α*»λ«α>τ] + Ε{εκιου «Β Ι. 7 ιμβολλω Β αϊ. 8 τον βασιλέα Ασσυρίων τολιορκουντα Β αϊ. οιη βασιΧευι λσσυριωτ Β αϊ. 9 ""«] + α,Γ0 Λαχ«» και Β. αβ-ίστίΐλίΐ-] απεστρεψε* Α. ίο οπι συ ΝΒ(2 αϊ. πεποιθωι η% Κ* ττοι- θαι Β. οπι «« 198. €ΐι χαραι] εν χειρι Β αϊ. ιΐ 17] συ Β αϊ.)

58
ἐποίησαν βασιλεῖς Ἀσσυρίων πᾶσαν τὴν γῆν, ὡς ἀπώλεσαν ;

μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς οἱ πατέρες μου ἀπώλεσαν, τήν τε Γωζὰν καὶ Χαρρὰν καὶ Ῥάφεις, αἴ εἰσιν ἐν χώρᾳ Θαιμάδ;

ποῦ εἰσιν οἱ βασιλεῖς Ἁμὰρ καὶ Ἀρφάθ; καὶ πόλεως Σεπφαρείμ, Ἁνά, Ἐγγουγαυά;

καὶ ἔλαβεν Ἑζεκίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων, καὶ ἤνοιξεν αὐτὸ ἐναντίον Κυρίου.

καὶ προσηύξατο Ἑζεκίας πρὸς Κύριον λέγων

Κύριε σαβαὼθ ὃ θεὸς Ἰσραὴλ ὃ καθήμενος ἐπὶ τῶν χερουβείμ, σὺ θεὸς μόνος εἶ πάσης βασιλείας τῆς οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν.

εἰσάκουσον, Κύριε, εἴσβεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους οὓς ἀπέστειλεν Σενναχηρεὶμ ὀνειδίζειν θεὸν ζῶντα.

ἐπ' ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν,

καὶ ἐνέβαλον τὰ. εἴδωλα αὐτῶν εἷς τὸ πῦρ, οὗ γὰρ θεοὶ ἦσαν ἀλλὰ. ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι· καὶ ἀπώλεσαν αὐτούς.

σὺ δὲ Κύριος ὃ θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ θεὸς μόνος.

Καὶ ἀπεστάλη Ἠσαίας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν καὶ εἶπεν αὐτῷ Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἠκουσα ἅ προσηύξω πρὸς μὲ περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων.

οὗτος ὁ λόγος ὃν ἐλάλησεν περὶ αὐτοῦ ὁ θεός Ἐφαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σιών, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν θυγάτηρ Ἰερουσαλήμ.

τίνα ὠνείδισας καὶ παρώξυνας ; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου ; καὶ οὔκ ἤρας εἷς ὕψος τοὺς ὀφθαλμούς σου εἷς τὸν ἅγιον τοῦ Ἰσραήλ ;

ὅτι δι’ ἀγγέλων ὠνείδισας Κύριον· σὺ γὰρ εἶπας Τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἷς ὕψος ὀρέων καὶ εἷς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος Τῆς κυπαρίσσου, καὶ εἰσῆλθον εἷς ὕψος μέρους τοῦ δρυμοῦ,

καὶ ἔθηκα [*](11 απωλεσαν] + και συ ρυσθηση Β 22 και ου ρυσθηση 90 144 308 + και ℵ. 12 απωλ. οι πατερες μου Β pl. 13 om οι BV 239. Αμαρ] Εμαθ Β. Αρφαθ] pr που Β 51 306. πολεως] pr που Β (22 al). Επφαρουαιμ Αναγ Ουγαυα Β. 14 αγγελων] + και ανεγνω αυτο και ανεβη εις οικον Κυριου ℵ * Β pl (txt ℵ c.b AQ 26 41 49 86 93 106 198). 16 Κυριος Β al. συ ει ο θεος μονος Β pl. 17 εισακουσον Κυριε] pr κλινον Κυριε το ους σου + ανοιξον Κυριε τους οφθαλμους σου MSS exc ℵ AQ 26 41 49 86 106 198. Σενναχ. ους απεστειλεν Β al. 18 την χωραν αυτων] το πληρωμα αυτης O *. 19 απωλεσαν] απωσαντο Β. 20 συ °] νυν Β al. Κυριος] Κυριε ℵ ΒQ pl. αυτων] αυτου ℵ * B al. θεος °] pr BQ pl. 23 εις 2°] προς)

59
γέφυραν, καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος.