Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

οὐ ταῦτα ἤκουσας πάλαι ἄ ἐγὼ ἐποίησα; ἐξ ἀρχαίων ἡμερῶν συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς·

ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν, καὶ ἐγένοντο ὡς χόρτος χλωρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις.

νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι·

ὁ δὲ θυμός σου ὃν ἐθυμώθης καὶ ἡ πικρία σου ἀνέβη πρὸς μέ, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.

τοῦτο δέ σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν ἅ ἔσπαρκας, καὶ τῷ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν.

καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω.

ὄτι ἐξ Ἰερουσαλὴμ ἐξελεύσονται οἱ καταλελειμμένοι, καὶ οἱ σωζόμενοι ἐπ᾿ ὅρους Σιών· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

διὰ τοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα Ἀσσυρίων Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπ᾿ αὐτὴν βέλος, οὐδὲ μὴ βάλῃ ἐπ᾿ αὐτὴν θυρεόν, οὐδ᾿ οὐ μὴ κυκλώσει ἐπ᾿ αὐτὴν χάρακα·

ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται. τάδε λέγει Κύριος

Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι᾿ ἐμὲ καὶ διὸ. Δαυεὶδ τὸν παῖδά μου.

Καὶ ἐξῆλθεν ἅγγελος Κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν καὶ ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ἐξαναστάντες τὸ πρωὶ εὖρον πάντα τὰ σώματα νεκρά.

καὶ ἀποστραφεὶς ἀπῆλθεν βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευή.

καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν οἰκῷ Ἀσαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαράσαρ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις· αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν· καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

[*](26 ηκουσα ℵ* Β ημερ. αρχαιων Β pl. οικουντας Β al. 27 χλωρος] ξηρος MSS exc A 106 (om 109 305). 30 και τω] τω δε ℵBQ pl. αμησητε Α. 32 εξελευσονται] εσονται MSS exc A (36) 91 97 228 309. εξ ορους MSS exc A 106. 33 βαλη 2°] επιβαλη ℵΒ pl. ουδε μη κυκλωση ℵBQ pl. 34 αποστραφησεται] + και εις την πολιν ταυτην ου μη εισελθη Β pl. 36 om και 3° ℵ*BQ pl. ανασταντες Β pl. 37 απηλθεν αποστραφεις Β pl + Σενναχηρειμ ℵB pl. 38 εν τω οικω ℵ BQ al. Naσαραχ Β. πατραρχον] παταρχον Β * πατριαρχον Q* οικω Ασ. θεου αυτου 87 (109) al. οι υιοι MSS exc A. Αρμενειαν Α.)
60

Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη Ἑζεκίας ἕως θανάτου· καὶ ἦλθεν πρὸς αὐτὸν Ἠσαίας υἱὸς Ἀμὼς ὅ προφήτης καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει Κύριος Τάξαι περὶ τοῦ οἴκου σου, ὅτι ἀποθνήσκεις σὺ καὶ οὗ

καὶ ἀπέστρεψεν Ἑζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον, καὶ προσηύξατο πρὸς Κύριον

λέγων Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὸ, ἀρεστὰ ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Ἑζεκίας κλαυθμῷ μεγάλῳ.

καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἠσαίαν λέγων

Πορεύου καὶ εἰπὸν πρὸς Ἑζεκίαν Τάδε λέγει Κύριος ὅ θεός Δαυεὶδ τοῦ πατρός σου Ἤκουσα τῆς φωνῆς Τῆς προσευχῆς σου καὶ ἴδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε·

καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σε καὶ ὑπὲρ τῆς πόλεως ταύτης ὑπερασπιῶ.

τοῦτο δέ σοι τὸ σημεῖον παρὰ. Κυρίου ὅτι ὁ θεός ποιήσει τὸ τοῦτο.