Isaias
Septuaginta
Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.
οὕτως λέγει Κύριος ὃ ἅγιος Ἰσραήλ Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα· ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη.
καὶ οὐκ ἐβούλεσθε ἀκούειν, ἀλλὰ εἴπατε Ἐφ’ ἵπποις φευξόμεθα· διὰ τοῦτο φεύξεσθε· καὶ εἴπατε Ἐπὶ κούφοις ἀναβάται ἐσόμεθα· διὸ, τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς.
καὶ διὰ φωνὴν ἐνὸς φεύξονται χίλιοι, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἄν καταλειφθῆτε ὡς ἱστὸς ἐπ’ ὅρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ.
καὶ πάλιν μενεῖ ὃ θεὸς τοῦ οἱκτεικριτὴς ρῆσαι ὑμᾶς, καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς, διότι Κύριος ὃ θεὸς ἡμῶν ἐστιν· καὶ ποῦ καταλείψετε τὴν δόξαν ὑμῶν; μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ.
Διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει· καὶ Ἰερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν Ἐλέησόν με· καὶ ἐλεήσει τὴν φωνὴν τῆς κραυγῆς σου· ἡνίκα εἶδεν, ἐπήκουσέν σου.
καὶ δώσει Κύριος ὑμῖν ἄρτον θλίψεως καὶ ὕδωρ στενόν, καὶ οὐκέτι οὐ μὴ ἐγγίσωσίν σοι οἱ πλανῶντές σε· ὅτι οἶ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε,
καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λήγοντες Αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά.
καὶ ἐξαρεῖς τὰ εἴδωλα τὸ. περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα, λεπτὰ ποιήσεις, καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά.
τότε ἔσται ὃ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηθήσεταί σου τὸ. κτήνη Τῆ ἡμέρᾳ. ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον,
οἱ ταῦροι ὑμῶν καὶ οἶ βόες οἶ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα [*](14 λεττα MSS exc AO (λεπτου 228). αρεις]+απο καυστρας (22) 36 al αποσυριεις ℵABQ pl (- συρεις 104 106 109 144 198 308 309). 15 Κυριος Κυριος BQ al. του Ισραηλ MSS exc ΑΟ. στεναξη Α ξεις 106). 16 εφ ιππων MSS exc A. om ειπατε 2° BQ al. αναβαταις MSS exc ℵ* ΑΟ 198. 17 0111 και 10 ℵBQ al (hab A (22) al). χιλιοι δ. φων. ενος φευξονται Β al (om και 1° ℵOQ 26). 18 ημων] υμων ℵ*B* om κ. που...υμων Β al (cf x 4). 0111 παντες ℵBQ al. εμμ. εν αυτω] εμμ. επ αυτω Β υπομενοντες αυτον 22 al. 19 0111 και ° MSS exc ΑΟ 49 106 198 306. ελεησει]+σε MSS exc ℵΑ 106 306. 22 εξαρεις] μιανεις ℵ*Β al. om τα ° B al. 23 εις πλησμονην ‘ 62 233 al εν πλησμονη 93. 24 αχυρα αναπεπ. φαγονται Β.)
καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ. ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοί, καὶ ὅταν πέσωσιν πύργοι.
καί ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον, ἐν τῇ ἡμέρᾳ ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται.
Ἰδοὺ τὸ ὄνομα Κυρίου διὰ, χρόνου ἔρχεται πολλοῦ, καιόμενος ὁ θυμός· μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλῆρες, καὶ ἡ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται.
καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου, καὶ διαιρεθήσεται τοῦ ἔθνη ταράξαι ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις ματαία, καὶ λήμψεται αὐτοὺς κατὰ, πρόσωπον αὐτῶν.
μὴ διὰ. παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι, καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ, παντὸς ὡσεὶ ἑορτάζοντας, καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἷς τὸν οἶκον τοῦ Κυρίου πρὸς τόν θεὸν τοῦ Ἰσραήλ;
καὶ ἀκουστὴν ποιήσει ὁ θεὸς τὴν δόξαν τῆς φωνῆς αὐτοῦ καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δεῖξαι μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης, κεραυνώσει βιαίως, καὶ ὡς ὕδωρ καὶ χάλαζα συνκαταφερομένη βία.
διὰ γὰρ τὴν φωνὴν Κυρίου ἡττηθήσονται οἱ Ἀσσύριοι τῇ πληγῇ, ᾗ ἄν πατάξῃ αὐτούς.
καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἦν αὐτῷ ἡ ἐλπὶς τῆς βοηθείας, ἐφ᾿ ᾗ αὐτὸς ἐπεποίθει· αὐτοὶ μετὰ αὐλῶν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς.
οὐ γὰρ σὺ πρὸ ἡμερῶν ἀπατηθήσῃ· μὴ καὶ <σοὶ> ἡτοιμάσθη βασιλεύειν, φάραγγα βαθεῖαν, ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά, ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.
[*](24 λελικμημενη Β pl. 25 om και 3° B. 27 ερχ. δια χρονου Β pl. om πολλου Β. om o B. θυμος]+αυτου 22 al. 28 ταραξαι εθνη Β pl. om ματαια 2° ℵ*BQ pl. 29 δει] δι ℵ*Β. τον οικον] το ορος (om το ℵ* MSS exc A 106. του Κυριου] om του B* pl του θεου ΟQ*Γ al. 30 o θεος] Κυριος B al. δειξαι] δειξει V 36 al ostendet Hieron. βιαιω Β 62 93 147 βιαια 51 144 308. 31 την φωνην Α 86 306] της φωνης BQ mg al φωνης ℵΟΓ 41 al om την Q* 26 49 106 198. om οι ℵBQ al. παταξει ΑΓ 109. 32 αυτω 2°] αυτων Β 26. αυλων] τυμπανων B. al. 33 ου γαρ συ] ου γαρ (om συ) ℵOQ* pl. συ γαρ Β* σοι γαρ B ab. απαιτηθηση ℵΑΒQ pl απατηθ. 48 308 decipieris Hieron. σοι] συ ℵAB* 109 306 (σοι B ab Q*). Βασιλευειν ητοιμασθη Β. φαραγγος βαθειας 22 al. κειμενα] καιομενα OV.)Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἶ ἐφ’ ἵπποις πεποιθότες καὶ ἐφ’ ἅρμασιν· ἔστιν γὰρ πολλά, καὶ ἐφ’ ἵπποις, πλῆθος σφόδρα· καὶ οὐκ ἦσαν πεποιθότες ἐπὶ τᾶν ἅγιον τοῦ Ἰσραήλ, καὶ τὸν θεὸν οὐκ ἐξεζήτησαν.