Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κύριον ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης.

ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλεθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακία,

καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν, καὶ ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον.

διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακώβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ Οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ἰσραήλ.

ἀλλὰ ὅταν ἴδωσιν τὸ. τέκνα αὐτῶν τὸ. ἔργα μου, δι’ ἐμὲ ἁγιάσουσιν τὸ ὄνομά. μου, καὶ ἁγιάσουσιν τὸν ἅγιον Ἰακώβ, καὶ τὸν θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται..

καὶ γνώσονται οἶ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἶ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν· εἰρήνην.

[*](13 τοις χειλεσιν] pr εν 87 al pr και εν 301 pr εν τω στοματι αυτου και εν Β (22) 62 al txt ℵ) AQ 26 49 Frag. Wirceb. Tyconius 8 Iren-lat IV xii 4. διδασκοντε A* τες Α1) 14 om εγω ℵc.b BQ pl. κρυψω] αθετησω 301 (cf 1 Cori 19) abscandam Frag. Wirceb. reprobabo Cyp (De bono patient. ii). 15 om και ου δια Κυριου...ποιουντες B* Hier. εορακεν ημας Β. 16 πλασαντι]+αυτο B al. 17 om το ορος °) ℵ*B al. 18 βλεψονται] οψονται ℵ*ΒQ mgZ pl videbunt Cyp Test i 4. 20 εξελειπεν ΑQ*Γ 301. 21 και °] οτι Β. 22 om Ισραηλ Β al. 23 αγιασωσιν bis B. 24 γνωσ. πλαν. τω πν. Β. και αι γλωσσαι...ειρηνην obel not B aQ? 48 (cf xxxii 4).)
46

ὐαὶ τέκνα ἀποστάται, τάδε λέγει Κύριος· ἐποιήσατε βουλὴν καὶ οὐ δι’ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ’ ἁμαρτίαις·

οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων.

ἔσται γὰρ ὑμῖν ἡ σκέπη Φαραὼ εἷς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπ’ Αἴγυπτον ὄνειδος.

ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί·

μάτην κοπιάσουσιν πρὸς λαὸν ὃς οὐκ ὠφελήσει αὐτοὺς οὔτε εἰς βοήθειαν οὔτε εἷς ὠφέλειαν, ἀλλὰ εἷς αἰσχύνην καὶ ὄνειδος.

Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ.

Ἐν τῇ θλίψει καὶ ἐν τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ’ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς. ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἷς βοήθειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος].

Αἰγύπτιοi μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς ὅτι ματαία ἡ παράκλησις ὑμῶν αὕτη.

νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἷς βιβλίον, ὅτι ἔσται εἷς ἡμέρας καιρῶν ταῦτα καὶ εἷς τὸν αἰῶνα.

ὅτι λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ θεοῦ,

οἱ λέγοντες τοῖς προφήταις Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὸ. ὁράματα ὁρῶσιν Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν,

καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης· ἀφέλετε ἀφ’ ἡμῶν τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφ’ ἡμῶν τὸ λόγιον τοῦ Ἰσραήλ.

διὰ τοῦτο οὕτως λέγει Κύριος ὃ ἅγιος τοῦ Ἰσραήλ Ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει, καὶ ὅτι ἐγόγγυσας καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ,

διὰ. τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πίπτον παραχρῆμα πόλεως ἑαλωκυίας, ἧς παραχρῆμα πάρεστιν τὸ πτῶμα·

καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα [*](ΧΧΧ I om ταδε Β om ταδε λεγει Κυριος 22 al. om και 1° MSS exc προσθειναι] pr του 22 al. αμαρτιαις εφ αμαρτιαις Α* αμαρτιας εφ αμαρτιας Β al. 3 om η Β al. 5 om ουτε 1° ℵ* EV 36 pl. om ουτε ωφελειαν ℵ*B pl. 6 om εν ° BQ pl. om πετομενων B*. om εις βοηθ....ονειδος Β al. 8 ταυτα καιρω Β. εις τον αιωνα] pr εως ℵΒQ pl. (om εις 62 147). 10 ημιν °]+oρθως 22 al. λαλειτε °]+λαλια 36 λαλιαν 22 62 λεια 93vid. 11 το λογιον] τον αγιον του αγιου 22 24 al. 12 ουτως] ταδε ℵ*B pl. om Κυριος Β al. 13 πολεως] οχυρας MSS exc A.)

47
ἀγγίου ὀστρακίνου, ἐκ κεραμίου λεπτόν, ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν ᾧ πῦρ ἀρεῖς, καὶ ἐν ᾦ ἀποσυρεῖς ὕδωρ μικρόν.