Isaias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον ἀφʼ ὑμῶν τοῦ μὴ ἐλεῆσαι.
αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ.
οὐθεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστιν κρίσις ἀληθινή· πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλοῦσιν κενά, ὅτι κύουσιν πόνον καὶ τίκτουσιν ἀνομίαν.
ὠὰ ἀσπίδων ἔρρηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν, καὶ ὁ μέλλων τῶν ὠῶν αὐτῶν φαγεῖν, συντρίψας οὔριον εὗρεν, καὶ ἐν αὐτῷ βασιλίσκος.
ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν [*](U+05D0AQ)[*](11 καθαπερ] καθα U+05D0 | πηγη] + ?? υδατος Qmg | ην] οι γ΄ ης Qmg |εξελειπεν U+05D0c.b AQa | υδωρ] +και τα οστα σου ως βοτανη ανατελει και πιανθησεται και κληρονομησουσι γενεος γενεων (γεναιας γεναιων) U+05D0c.a AQ 12 οικοδο- μηθησονται] ανοικοδ. U+05D0c.a | εσται] ες B* (ται superscr Bᵃ) | σου τα θεμελια U+05D0AQ | [θεμελι]α σου αιωνια γενεων γε[νεαις]] pr obol Bᵃ (non inst Bᵇ) | γενεαις (-ας U+05D0* -αις U+05D0c ⁽ᵃ et ᵇ vid)] + α΄σ΄ ?? αναστησεις Qmg | τους τριβους] B*ᵇ τας τρ. Bᵃᵇ | om σου 3⁰ U+05D0AQ | ανα μεσον] pr τους U+05D0AQ | ανα μεσον παυσεις] α΄ του καθησθαι σ΄ εις το οικεισθαι θ΄ του οικεισθαι Qᵐᵍ 13 τον ποδα σου απο των σαββατων U+05D0AQ | ποιεις U+05D0* (-ειν U+05D01) | αγια και in mg et sup ras Aa (om και A*) | το σαββατον U+05D0* (τα σαββατα U+05D0c.b) | τρυφερα] α΄θ΄σ΄ δεδοξαμενα Qᵐᵍ | θεω] + σου U+05D0c.aAQ | ποδα 2⁰] πος U+05D0* (ποδα U+05D0¹) | εν οργη sub ?? Q 14 αναβιβαση U+05D0 | ταυτα] pr ?? Q? LIX 1 Κυριου] μου (κυ Qᵇ ᵐᵍ) | σωσοι) + σε U+05D0c.ᵃ (improb U+05D0c.ᵇ) | om αυτου U+05D0 | εισ| ακουσοι U+05D0* ει| σακ. B? 2 διαστωσιν A υμων και sup ras 10 vel 11 litt Aᵃ | om ανα μεσον του θεου και A om ανα μεσον 2⁰ U+05D0? (postea repos) Q | προσωπον] + αυτου U+05D0c.a AQ 3 μεμολυμμεναι U+05D0AQ* (μεμολυσμ. Qa) | αιμα U+05D0* (αιματι U+05D0c.a, c.ᵇ) | και] α sup ras Aᵃ 4 ουθεις] ουδεις U+05D0* (-δις U+05D0* -δεις U+05D0c.b) A (-δις) Q 5 ερηξαν U+05D0 | μελων U+05D0* (μελλ. U+05D0c.ᵃ) | βασιλισκον U+05D0Q 6 μη] μην U+05D0* (μη U+05D0iam c.a⁽ᵛⁱᵈ) | περιβαλονται U+05D0 (-τε U+05D0* -ται U+05D0c.ᵇ))
οἱ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσιν, ταχινοὶ [*](B) ἐκχέαι αἷμα, καὶ οἱ διαλογισμοὶ αὐτῶν ἀπὸ φόνων· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν, καὶ οὐκ ἔστιν κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν· αἱ γὰρ τρίβοι αὐτῶν διεστραμμέναι ἂς διοδεύουσιν, καὶ οὐκ οἴδασιν εἰρήνην.
διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπʼ αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη· ὑπομεινάντων φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν.
ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον. καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσιν· πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ, ὡς ἀποθνήσκοντες στενάξουσιν,
ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται· ἀνεμείναμεν κρίσιν καὶ οὐκ ἔστιν· σωτηρία μακρὰν ἀφέστηκεν ἀφʼ ἡμῶν.
πολλὴ γὰρ ἡμῶν ἡ ἀνομία ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν·
ἠσεβήσαμεν καὶ ἐψευσάμεθα, καὶ ἀπέστημεν ὄπισθεν τοῦ θεοῦ ἡμῶν· ἐλαλήσαμεν ἄδικα καὶ ἠπειθήσαμεν, ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους,