Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν· ὅτι καταναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ δι᾿ εὐθείας οὐκ ἐδύναντο διελθεῖν.

καὶ ἡ ἀλήθεια ἦρται, καὶ μετέστησαν τὴν διάνοιαν τοῦ συνιέναι· καὶ εἶδεν Κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις.

καὶ εἶδεν καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενόησεν καὶ οὐκ ἦν ὁ ἀντιλημψόμενος, καὶ [*](6 ανομιας] + θ΄ ?? κ εργον αδικιας εν χερσι | αυτων Qᵐᵍ 7 εκ. U+05D0AQ χεαιμα U+05D0* (εκχεαι αιμα U+05D0c.a) | αιμα] + αναιτιον Qmᵍ | αυτων 2⁰] + διαλο- γισμοι Bᵃᵇᵐᵍ U+05D0AQ | απο φονων (ο 2⁰ sup ras 3 circ litt ?Q¹ᵛiᵈ)] αφρονων U+05D0* (απο φον. U+05D0c.ᵇ) A αφρονων : σ΄ ανομιας θ΄ αδικιας α΄ ανωηφελους Qmg 8 οιδασιν 1⁰] εγνωσαν AQmᵍ | κρισις] κρισιν θυ U+05D0* (κρισις U+05D0c.a, c.ᵇ) |ειρηνην] + ην U+05D0* (improb U+05D0c.a revoc ut vid U+05D0c.c) 9 improp και ου μη καταλαβη αυτ. δικαιοσυνη U+05D0c.b (postea repos) | υπομειναντων] + αυτων BᵃᵇU+05D0 AᵃQ |περιεπατη- σαν] οι γ΄ περιπατησομε | Qᵐᵍ 10 ψηλαφησουσιν 1⁰] σ΄ διαψηλαηφησομεν θ΄σ΄ (sic) ομοιως τοις ο΄ Qmg | τυφλοι] τυφλος U+05D0c.b (postea rurs φλοι) Q ως ουκ] ουχ ως U+05D0 om ουχ Q* (hab Qmg) | ψηλαφήησουσιν 2⁰] ψηλαφησομεν Qmg | πεσουνται] pr και U+05D0AQ 11 om ως 2⁰ Q* (hab Qᵐg) |αναμε- νουμεν U+05D0c.a (ανεμιναμεν U+05D0* ανεμειν. U+05D0c.b) 12 πολλαι γαρ ημ. αι ανομιαι U+05D0c.a (mox priora revoc) 13 εψευσαμεθα] + α΄ θ΄ ?? εν πιπι Qmg |οπισθεν] pr απο U+05D0AQ οι ο΄ οπισθεν α΄ απο οπ. σ΄ θ΄ ομοιως τοις σ΄ Qmg |ελαλησαμεν] ελαα inceb U+05D0* | ηκυομεν U+05D0*ᵛⁱᵈ (ες. U+05D01) 14 αφεστηκεν] + αφ ημων A κατηναλωθη Bᵃᵇ | αυτων] αυτω Q* | αληθια U+05D0* (-θεια U+05D0c.b) | ευθιας U+05D0 | ηδυ- ναντο U+05D0¹ (-νοντο U+05D0*ᵛᵈ) AQ | διελθεις U+05D0* (-θειν U+05D0c.a, c.b) 15 αληθια U+05D0 | διανοιαν (-α U+05D0* -αν U+05D0c.a)] + αυτων U+05D0* (improb U+05D0c.a, c.b) Aᵃ | του συνιεναι (-νιναι U+05D0*A -νιεναι U+05D0c.a c.ᵇ)] om του A* (hab Aᵃ) 16 ιδεν A | ο αντιλημ- ψομενος (-ληψ. B? Q?)] ο α| sup ras Aa)

210
[*](B) ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο.

καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα, καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς, καὶ περιεβάλετο ἱμάτιον ἐκδι. κήσεως, καὶ τὸ περιβόλαιον αὐτοῦ

ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις.

καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπʼ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ Κυρίου, ἥξει μετὰ θυμοῦ.

καὶ ἥξει ἕνεκεν Σειὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.

καὶ αὕτη αὐτοῖς ἡ παρʼ ἐμοῦ διαθήκη, εἶπεν Κύριος· τὸ πνεῦμα τὸ ἐμὸν ὅ ἐστιν ἐπὶ σοί, καὶ τὰ ῥήματα ἃ ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου· εἶπεν γὰρ Κύριος ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.

Φωτίζου φωτίζου, Ἰερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.

ἰδοὺ σκότος καλύψει γῆν, καὶ γνόφος ἐπ᾿ ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται·

καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου, καὶ ἔθνη τῇ λαμπρότητί σου.

ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· ἥκασιν πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπʼ ὤμων ἀρθήσονται.