Isaias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλιπὸν παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς Γ φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ,¶ ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη.
οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει.
αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδία εἰρήνης ἡμῶν ἐπʼ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.
πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.
καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται ; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον.
καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ.
καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ἡμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ,
δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι [*](U+05D0AQΓ)[*](15 πιοι U+05D0* (περι U+05D0¹) L III 1 τινι] pr α΄θ΄ ?? επι Qmg απε- καλυφη U+05D0* (-φθη U+05D0c) 2 εναντιον αυτου ως παιδιον U+05D0 (πεδ. * παιδ. U+05D0c.b) AQ ως παιδιον] α΄ ως τιτθιζομενο | θ΄ ως θηλαζον Qᵐᵍ αυτω ειδος Q ιδομεν AΓ ουδε] ουτε U+05D0 3 αλλα το ειδος] αλλ ειδος Γ om και 1⁰ AQ εκλιπον] εκλιποντα U+05D0* (-λειπ. U+05D0c.ᵇ) εκλειπον AQa τους υιους των ανθρωπων] pr παντας U+05D0 (πα| U+05D0* παντας U+05D0c.a, c.ᵇ) παντας ανους ΑQ* (τους υιους τω ανων Qᵐᵍ) 4 om ειναι U+05D0* (hab U+05D0c. ᵇ) πονοις U+05D0* (-νω U+05D0c.ᵇ) πληγη] + α΄θ΄ ?? υπο θυ (sic ut vid) Qᵐᵍ 5 αμαρτιας] ανομιας U+05D0AQ μεμαλακισται] εμαλακισθη A ανομιας] αμαρτιας U+05D0AQ παιδεια Q 7 κεκραγωσθαι U+05D0* ᵛⁱᵈ (κεκακ. U+05D0?) κειροντος] κειραντος U+05D0c,a(κιρ.) A + αυτον U+05D0c.a (ras U+05D0c. ᵇ) AQ 8 ταπεινωσει] σει non inst Bᵇ ηρθη] ηχθηU+05D0* (ηρθ. U+05D0c.a, c.ᵇ) ηχθη] η 1⁰ sup ras Aᵃ ηκει Qᵐᵍ 9 θανατου] + αυτου BᵃᵇU+05D0AQ | δολον] ευρεθη δολος U+05D0c.a (δολος etiam U+05D0c. ᵇ) AQ 10 της πληγης (λη sup ras Aᵃ)] pr απο A υμων U+05D0AQΓ βουλεται Κυριος] κς βουλετε U+05D0* (-ται U+05D0c. ᵇ) + οι γ΄ ?? εν χειρι αυτου Qmg του πονου sup ras Aᵃ? 11 και πλασαι τη συνεσει] α΄θ΄ εμπλησθησεται εν τη γνωσει αυτου σ΄ χορτασθησεται… Qᵐᵍ συ| εσει Β* συ| νεσει B?)
διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθʼ ὦν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν, καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη.
Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα εἶπεν γὰρ Κύριος.
πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον,
ἔτι εἰς τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ ἐκπέτασον καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς.
μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης, ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ, καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ.
ὅτι Κύριος ὁ ποιῶν σε, Κύριος σαβαλὼθ ὄνομα αὐτῷ· καὶ ὁ ῥυσάμενός σε, αὐτὸς θεὸς Ἰσραήλ, πάσῃ τῇ γῇ κληθήσεται.
οὐχ ὡς γυναῖκα καταλελιμμένην καὶ ὀλιγόψυχον κέκληκέν σε ὁ κύριος, οὐδʼ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην εἶπεν ὁ θεός σου.
χρόνον μικρὸν ἐνκατέλιπόν σε, καὶ μετʼ ἐλέους μεγάλου ἐλεήσω σε·
ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε· εἶπεν ὁ ῥυσάμενός σε Κύριος.
ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστιν, καθότι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ, τῇ γῇ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι, μηδὲ ἐν ἀπειλῇ σου