Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἀνακαλυφθήσεται ἡ αἰσχύνη σου, φανήσονται οἱ ὀνειδισμοί σου· τὸ δίκαιον ἐκ σοῦ λήμψομαι, οὐκέτι μὴ παραδῶ ἀνθρώποις.

ὁ ῥυσάμενός σε Κύριος σαβαώθ, ὄνομα αὐτῷ ἅγιος Ἰσραήλ.

κάθισον κατανενυγμένη, εἴσελθε εἰς τὸ σκότος, θυγάτηρ Χαλδαίων, οὐκέτι μὴ κληθήσῃ ἰσχὺς βασιλείας.

παρωξύνθην ἐπὶ τῷ λαῷ μου, ἐμίανας τὴν κληρονομίαν μου· ἐγὼ ἔδωκα αὐτοὺς εἰς τὴν χεῖρά σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος, τοῦ πρεσβυτέρου ἐβάρυνας τὸν ζυγὸν σφόδρα,

καὶ εἶπας Εἰς τὸν αἰῶνα ἔσομαι ἄρχουσα. οὐκ ἐνόησας ταῦτα ἐν τῇ καρδίᾳ σου, οὐδὲ ἐμνήσθης τὰ ἔσχατα. 8Νῦν δὲ ἄκουε ταῦτα, τρυφερά, ἡ καθημένη, ἡ πεποιθυῖα, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα, οὐ καθιῶ χήρα οὐδὲ γνώσομαι ὀρφανείαν.

νῦν δὲ ἤξει ἐξέφνης ἐπὶ σὲ ἐν τῇ φαρμακίᾳ σου, ἐν τῇ ἰσχύι τῶν ἐπαοιδῶν σου σφόδρα,

τῇ ἐλπίδι τῆς πονηρίας σου. σὺ γὰρ εἶπας Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα· γνῶθι, ἡ σύνεσις τούτων ἔσται καὶ ἡ πορνία σου σοὶ αἰσχύνη· καὶ εἶπας τῇ καρδίᾳ σου Ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα.

καὶ ἥξει ἐπὶ σέ ἀπώλεια καὶ οὐ μὴ γνῷς, βόθυνος, καὶ ἐμπεσῇ εἰς αὐτόν· καὶ ἥξει ἐπὶ σὲ ταλαιπωρία, καὶ οὐ μὴ δυνήσῃ καθαρὰ γενέσθαι καὶ ἥξει ἐπὶ σέ ἐξαπίνης ἀπωλία καὶ οὐ γνώσῃ.