Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐρημώσω ὄρη καὶ βουνούς, καὶ πάντα χόρτον αὐτῶν ξηρανῶ καὶ θήσω ποταμοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ.

καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εὐθεῖαν. ταῦτα τὰ ῥήματα ποιήσω καὶ οὐκ ἐγκαταλείψω αὐτούς·

αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω. αἰσχύνθητε αἰσχύνην, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς Ὑμεῖς ἐστε θεοὶ ἡμῶν.

Οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέψατε ἰδεῖν.

καὶ τίς τυφλὸς ἀλλ᾿ ἢ οἱ παῖδές μου, καὶ κωφοὶ ἀλλʼ ἢ οἱ κυριεύοντες αὐτῶν καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ.

εἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνοιγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε.

Κύριος ὁ θεὸς ἐβουλεύσατο ἵνα δικαιωθῇ καὶ μεγαλύνῃ αἴνεσιν.

καὶ εἶδον, καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος· ἡ γὰρ παγὶς ἐν τοῖς ταμείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα, ὅπου ἔκρυψαν αὐτούς, ἐγένοντο εἰς προνομὴν· καὶ οὐκ ἦν ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων Ἀπόδος.

τίς ἐν ὑμῖν ὃς ἐνωτιεῖται ταῦτα; εἰσακούσατε εἰς τὰ ἐπερχόμενα

οἷς ἔδωκεν εἰς διαρπαγὴν Ἰακὼβ καὶ Ἰσραήλ, τοῖς προνομεύουσιν αὐτόυ. οὐχὶ ὁ θεὸς ᾧ ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ;

καὶ ἐπήγαγεν ἐπʼ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν [*](13 βοησεται] βο[η]σ sup ras pl litt Qᵃ 14 εσιωπησα] + απ αιωνος U+05D0AQΓ Qmg (sub ??) Γ α΄ εσιγησα απ αιωνος θ΄σ΄ ομοιως τοις ο΄ Qmg | μη sub ?? Qvid | σιωπησωμαι U+05D0 | εκαρτερησα ως η τικτουσα (τικουσα U+05D0) U+05D0AQΓ εκστησω] εκτησω U+05D0* (εκστ. U+05D0c) τ sup ras Q1?vid 15 om ερημωσω…ξηρανω 1° U+05D0AQ (θ΄σ΄ ?? ερημωσω ο. ӄ β. ӄ παντα τον χορτον αυτων ξ. Qmg) Γ 16 ας] ους U+05D0AQtxt (ας Qmᵍ) Γ | ηδεισαν] εγνωσαν Γ | om αυτους ποιησω U+05D0 | σκοιλια U+05D0* | ευθειαν] pr εις BᵃᵇU+05D0AQΓ | ρηματα] + τα U+05D0 + α A | ποιησω 3°] + ?? αυτοις Qmg | ουκ B* ου|κ κ B? | εγκαταλειψω] ε 1° sup ras B? ε|καταλ. U+05D0 17 απε- στραφησαν] απεστρα sup ras U+05D01(vid) (pr ουκ ut vid U+05D0*) γλυπτοις] γλυπτ sup ras 6 litt Aᵃ ημων] υμων U+05D0* (ημ. U+05D0c.a, c.b) 19 αλλ η bis] om η U+05D0 | κωφοι] pr οι U+05D0 | και 3°] pr [θ΄] ?? τις τυφλος ως ο απεσχηκως Qᵐᵍ vid | του θεου] υ 10 rescr U+05D0¹ 20 ειδετε] ειδε U+05D0* (-δεται U+05D0c.ᵃ) ιδετε BᵇA | ηνοιγμενα] ηνεωγμενα Γ | om ουκ 2° U+05D0* (hab U+05D0c. ᵃ) 21 εβουλευσατο] εβουλετο Q | μεγαλυνι U+05D0* (-νη U+05D0c. ᵃ) 22 ιδον AΓ | τομιοις B*U+05D0*Q*Γ (-μειοις Bᵃᵇ) ταμιειοις U+05D0c. ᵇ AQᵃ | οικοις] pr τοις U+05D0* (improb U+05D0c. ᵇ) Γ | εξαιρουμενος] pr ο U+05D0AQΓ 23 ως Γ* (ος Γ1(vid)) | εισακουσεται U+05D0A(Q)Γ + της φωνης του πεδος (παιδ. U+05D0c. ᵇ) αυτου U+05D0* (improb U+05D0c.b (fort) postea revoc) 24 οις] τις U+05D0AQ | ημαρτωσαν (-τοσαν Γ1(vid)) | του νομου] pr της φωνης U+05D0* το ονομα U+05D0c (postea τ. φ. του νομου revoc) 25 κατισχυσεν (-σιν U+05D0* -σεν U+05D0c. ᵇ) αυτους πολεμος] α΄ ӄ κραταιωσιν πολεμου θ΄σ΄ ӄ κρατος πολεμου Qmᵍ)

180
[*](B) αὐτοὺς πόλεμος, καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ, καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔθεντο ἐπὶ ψυχὴν.

Καὶ νῦν οὕτως λέγει Κύριος ὁ θεός, ὁ ποιήσας σε Ἰακώβ, καὶ ὁ πλάσας σε Ἰσραὴλ Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ.

καὶ ἐὰν διαβαίνῃς δι᾿ ὕδατος, μετὰ σοῦ εἰμι. καὶ ποταμοὶ οὐ συνκλύσουσίν σε καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε.

ὅτι ἐγὼ Κύριος ὁ θεός σου, ὁ ἅγιος Ἰσραήλ, ὁ σώζων σε· ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν, καὶ Σοήνην ὑπέρ σοῦ.

ἀφʼ οὖ ἔντιμος ἐγένου ἐναντίον ἐμοῦ, ἐδοξάσθης καὶ ἐγώ σε ἠγάπησα, καὶ δώσω ἀνθρώπους ὑπέρ σοῦ καὶ ἄρχοντας ὑπέρ τῆς κεφαλῆς σου.

μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου, καὶ ἀπὸ δυσμῶν συνάξω σε.

ἐρῶ τῷ βορρᾷ Ἄγε, καὶ τῷ λιβί Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν, καὶ τὰς θυγατέρας μου ἀπʼ ἄκρων τῆς γῆς,

πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου. ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα αὐτὸν καὶ ἐποίησα αὐτόν,

καὶ ἐξήγαγον λαὸν τυφλόν, καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοί, καὶ κωφοὶ τὰ ὦτα ἔχοντες.

πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα ; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν ; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ ἀκουσάτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ.