Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὅτι πόθεν ἐστέ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς.

ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀφʼ ἡλίου ἀνατολῶν, κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηθήσεσθε.

τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς. ἵνα γνῶμεν. καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν; οὐκ ἔστιν ὁ προλέγων. οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους.

ἀρχὴν Σειὼν δώσω, καὶ Ἰερουσαλὴμ παρακαλέσω.

ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐδείς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς πόθεν ἐστέ, οὐ μὴ ἀποκριθῶσίν μοι.

εἰσὶν γὰρ οἱ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς.

Ἰακὼβ ὁ παῖς μου, ἀντιλήμψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, [*](18 om υδατων U+05D0c.b (postea restit) AQ (hab οι γ΄ ?? υδ. Qᵐᵍ) | γην] την U+05D0 U+05D0AQΓ 19 εις την ανυδρον…λευκην] α΄. .ελατην.. θ΄ ?? εν τη αραβα βραθυ θαδδαρ κ θαασσουρ αμα σ΄ [εν τη] αβατω κυπαρισσο πτελαιαν και πυξον Qᵐᵍ vid | κεδρων U+05D0* (κεδρον U+05D0c.a c.b) | μυρσινην] pr και U+05D0d.a AQ 20 ιδωσιν] ειδοσιν Γ | επιστωνται] επισπωνται A | ταυτα] pr πανια U+05D0c.b + παντα AQ | του Ισραηλ (στρα|ης (sic) U+05D0* Ισρ. U+05D0c.b)] om του Γ | κατεδειξεν] κατεδιωξεν Q* (κατεδειξ. Qᵃ) 22 om και αναγγειλατωσαν U+05D0* (hab U+05D0a.b (vid) c) | υμιν] οι γ΄ ημιν Qmg | τα προτερα U+05D0AQΓ σ΄ τα πρωτα θ΄ τα αρχαια Qmg | επιστησατε U+05D0* (-σομεν U+05D0c.b) | γνωσωμεθα Γ* 23 om ημιν U+05D0c.b AQ* (hab Qᵐᵍ) | om επερχομενα Γ | κακωσετε Q | om και οψομεθα αμα A | αιμα Q* (αμα Qᵃ) 25 om δε A | αφ] απ AQ | κληθησονται] κλησονται A + γαρ Γ | κεραμεους U+05D0* (-μευς U+05D0c.b (vid)) | καταπατηθησεται U+05D0* (-θησεσθαι U+05D0c.a, c.b) 26 εστιν 1⁰ sub ?? Q | ουδε] ουδ AQ | ο ακουων] om ο A | τους λογους υμων U+05D0c.bAQ 27 Σιων BᵇAQΓ | Ιελημ U+05D0 | παρακαλεσω] + εις οδον BabU+05D0QΓ + εν οδω A 28 ουδεις] ουθεις U+05D0AQ | ατων U+05D0* (αυτ. U+05D0vix ante c) ερωτησω] επερωτησω Qᵐᵃᵍ 29 εισιν γαρ…υμας (2⁰)] θ΄ ιδου παντες αυτοι αδικοι ουδεν τα εργα αυτων ανεμος κ κενον το χωνευμα ουτων [σ΄?] …αοικοι (sic) και ματαιοτης οι πλασ- σο|τες υμας Qᵐᵍ XLII 1 Ιακωβ sub ?? Qvid | Ιακωβ… μου (3°)] θ΄ ιδου ο παις μου αντιληψεται αυτου ο εκλεκτος μου ον ευδοκησεν η ψυχη μου Qᵐᵍ | αντιληψομαι Qa | Ισραηλ] pr ?? et adnot εν τω εβραικω ουτε το Ιακωβ ονομα ουτε το Ιηλ φερεται Qmg)

178
[*](B) προσεδέξατο αὐτὸν ἡ ψυχὴ μου· ἔδωκα τὸ πνεῦμά μου ἐπʼ αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει

οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ.

κάλαμον τεθλασμένον οὐ συντρίψει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν·

ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.

οὕτως λέγει Κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπʼ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν.

ἐγὼ Κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους,

ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει

ἐγὼ Κύριος ὁ θεός, τοῦτό μού ἐστιν τὸ ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.

τὰ ἀπʼ ἀρχῆς ἰδοὺ ἥκασιν, καὶ καινὰ ἃ ἐγὼ ἀναγγέλλω, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν.

Ὑνήσατε τῷ κυρίῳ ὕμνον καινόν· ἡ ἀρχὴ αὐτοῦ, δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπʼ ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτὴν, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς.

εὐφράνθητι, ἔρημος καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις καὶ οἱ κατοικοῦντες Κηδάρ. εὐφρανθήσονται οἱ κατοικοῦντες πέτραν, ἀπʼ ἄκρου τῶν ὀρέων βοήσουσιν·

δώσουσιν τῷ θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσιν.

Κύριος ὁ θεὸς τῶν δυνάμεων ἐξελεύσεται καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ [*](U+05D0AQΓ) [*](2 κεκραξεται] κραξεται A 3 τεθλασμενον] συντεθλ. A | καπνιζομενον] α΄σ΄θ΄ αμαυρον Qmg | αλλα] αλλ Γ | κριιν U+05D0* (κρισ. U+05D0?) 4 αναλαμψει] pr και Γ | και ου] καγου (sic) U+05D0* | θραυσθησεται (θραυθ. B* θραυσθ. Bᵃᵇ)] σβε- σθησεται U+05D0* (θραυσθ. U+05D0c.a) | om γης B* (hab Bᵃᵇ) | om επι 2⁰ Q 5 πηξας αυτον sup ras pl lilt Aᵃ? (scr την γην και τα εν αυτη A* fort) | διδους] δους A | πατουσν U+05D0* (-σιν U+05D0c) 6 εκαλεσα σε] α 2⁰, σ 2⁰ sup ras Q?vid ο καλεσας σε Γ | om και 3⁰ U+05D0QΓ | εις] pr εις δικαιοσυνην U+05D0* (improb U+05D0c.a, c.b) | γενους] + εις φως εθνων Bᵃᵇ ᵐᵍ U+05D0c.b AQΓ + μου εις φ. εθν. U+05D0* 7 τυφλων] τυφλ sap ras 6 vet 7 litt U+05D0a.b 8 ο θεος sub ?? Q | το ονομα] om το U+05D0Q* (hab Qᵐᵍ) 9 και καινα ...αναγγελλω] σ΄ ӄ καινας εγω αναγγ. σ΄ καινα δε απαγγ. θ΄ ӄ καινα ιδου εγω απαγγ. Qmg om α A | εγω] +ποιω U+05D0* (improb ut vid U+05D0c.b sed postea revoc) | αναγγελω U+05D0AQ | αναγγειλαι] ανατειλαι AQ (σ΄ superscr) οι ο΄ αναγγειλαι θ΄ βλαστησε α΄ αναφυηναι Qmg | υμιν] ημιν Q 10—11 mutila in Γ 10 υμνησατε…το ονομα αυ[του]] pr obelos Bᵃ (non inst Bᵇ) κυριω] θω U+05D0* (κω U+05D0c.b) | om δοξαζετε το ονομα αυτου U+05D0* (hab δοξαζεται το ο. αυτ. U+05D0c.a) | απ] επ A | α ρου U+05D0* (ακρου U+05D0c.a) | θαλασσαν] ν sup ras Q?vid και 2⁰] α sup ras Q?vid | κατοικουντες] κα sup ras Q?vid 11 ευφρανθητι] α΄ αρατωσαν θ΄σ΄ επαρατωσαν Qmg | επαυλις U+05D0* (-λεις U+05D0c.b) Q | απ ακρου] επ ακρων U+05D0AΓ απ ακρων Q | βοησουσιν] om A βοησονται Q 13 επεγειρει Q* (-γερει Qa))

179
ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.

ἐσιώπησα, [*](B) μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ὡς ἡ τίκτουσα ἐκαρτέρησα, ἐκστήσω καὶ ξηρανῶ ἅμα.