Malachias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε, καὶ ἐμέ ὑμεῖς πτερνίζετε. τὸ ἔτος συνετελέσθη,

καὶ εἰσηνέγκατε πάντα ἐκφόρια εἰς τοὺς θησαυρούς, καὶ ἔσται ἡ διαρπαγὴ αὐτοῦ ἐν τῷ οἴκῳ αὐτοῦ. ἐπισκέψασθε δὴ ἐν τούτῳ, λέγει Κύριος Γαντοκράτωρ· ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταὸάκτας τοῦ οὐρανοῦ, καὶ ἐκχεῶ ὑμῖν τὴν εὐλογίαν μου ἕως τοῦ ἱκανωθῆναι·

καὶ διαστελῶ ὑμῖν εἰς βρῶσιν, καὶ οὐ μὴ διαmφθείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς, καὶ οὐ μὴ ἀσθενήσει ὑμῶν ἡ ἄμπελος ἡ ἐν τῷ ἀγρῷ, λέγει Κύριος TΙαντοκράτωρ.

καὶ μακαριοῖσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἔσεσθε ὑμεῖς γῆ θελητή, λέγει [*](U+05D0AQΓ) [*](3 θυσιας BQ 4 θυσια] pr η U+05D0 | ετη] τ sup ras Aᵃ 5 om προς A εσομαι μαρτυς in mg et sup ras A¹ (om μαρτυς A *ᵛⁱᵈ) |χηραν χη| U+05D0*ᵛiᵈ χηρας U+05D0c.a c.b) τας χηραν Q* τας χηρας Qᵃ κρισιν] κριμα Q | προσ- ηλυτου] προσηλυτους (superscr ς) Qᵃ οι γ΄ προσηλυτου Qᵐᵍ 6 υμων] ημων AΓ om και A 7 απεεσθε B* (απεχ. Baᵇ) απεσχεσθε A επιστρεψ ατε] επιστραφητε AΓ ο παντοκρατωρ om ο BᵃᵇU+05D0AQΓ vid | επι στρεψωμεν] επιστρεψωμαι U+05D0* (- ψωμεν U+05D0c.a c.b) επιστρεψομεν Qᵃ 8 μητι] ει U+05D0 c.b AQΓ πτερνιζετε] επτερνιζετε Q* (πτερν. Qᵃ) ερειτε] ειπατε U+05D0c.b AQᵃΓ | επτερνισαμεν (επερν. U+05D0)] επτερνικαμεν A πτερνικαμεν (sic) Γ απαρχαι] αρχαι U+05D0* (απαρχαι U+05D0c.a c.b) εισι Qᵃ 9 αποβλεπετα U+05D0* (-ται c.a c.b) ετος] εθνος U+05D0* (ετ. c.a c.b) συντελεσθη Qᵃ (συνετελ. Qᵃ) 10 εκφορια (ρεια AQᵃ)] pr τα U+05D0AQΓ τον θησαυρον c.a ᵃ (postea του θῃσαυρους) εν τω οικω αυτ. ἔσται η διαρπαγη αυτου AQI om εσται U+05D0? (bostea restit) αυτου 1⁰] ουτων U+05D0c.a) a (boston rus) τω οικω αυτου] τοις οικοις υμων c.a c.b) επισκεψ ασθε] επιστρεψατε U+05D0? c.b) AΓ 11 εις βρωσιν] την βρ. A | om ου μη (1⁰) Γ διαηφθειρω] διαφθερω A ασθενησῃ U+05D0Q η αμπελος υμων AΓ τω αγρω] om τω A 12 om και A (hab Aᵃ(ᵐᵍ))

99
Κύριος Παντοκράτωρ.

Ἐβαρύνατε ἐπʼ ἐμέ τοὺς λόγους ὑμῶν, [*](B) λέγει Κύριος, καὶ εἶπατε Ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ;

τἴτπατε Μάταιος ὁ δουλεύων θεῷ, καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ, καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου Κυρίου τχ Παντοκράτορος;

καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ἄνομα, καὶ ἀντέστησαν θεῷ καὶ ἐσῶθησαν.

Τhῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν κύριον, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· καὶ προσέσχεν Κύριος καὶ εἰσήκουσεν, καὶ ἔγραψεν βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς φοβουμένοις τὸν τν κύριον καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ.

Καὶ ἔσονταί μοι, λέγει Κύριος IΙαντοκράτωρ, εἰς ἡμέραν ἣν ἐγὼ ποιῶ εἰς περιποίησιν, καὶ αἱρετιῶ αὐτοὺς ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ τὸν δουλεύοντα αὐτῷ.

καὶ ἐπιστραφήσεσθε καὶ ὄψεσθε ἀνὰ μέσον δικαίου καὶ ἀνὰ μέσον ἀνόμου, καὶ ἀνὰ μέσον τοῦ δουλεύοντος θεῷ καὶ τοῦ μὴ δουλεύοντος.

διότι ἰδοὺ ἡμέρα ἔρχεται καιομένη ὁὡς κλίβανος, καὶ φλέξει αὐτούς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες ἄνομα καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἐρχομένη, λέγει Κύριος Γαντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν όίζα οὐδὲ κλῆμα.

καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς οπτέρυξιν αὐτοῦ· καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα.

καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ, λέγει Κύριος Παντοκράτωρ.