Malachias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐπικατάρατος ὸς ἦν δυνατός, καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν, καὶ εὐχὴ αὐτοῦ ἐπʼ αὐτῷ, καὶ θύει διεφθαρμένον τῷ κυρίῳ· διότι βασιλεὺς μέγας ἐγώ εἰμι, λέγει Κύριος Ιαντοκράτωρ, καὶ τὸ ὄνομά μου ἐπιφανές ἐν τοῖς ἔθνεσιν.

Καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς, οἱ ἱερεῖς.

ἐὰν μὴ ἀκούσητε. καὶ ἐὰν μὴ θἡσθε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου, λέγει Κύριος Γαντοκράτωρ, καὶ ἐξαποστελῶ ἐφʼ ὑμᾶς τὴν κατάραν, καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν, καὶ καταράσομαι αὐτήν· καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν, καὶ οὐκ ἔσται ἐν ὑμῖν, [*](8 κακὸν 1⁰] ακ sup ras Aᵃ προσαγαγε] προσαγαγετε B* (γαγε U+05D0c.b) σε] U+05D0AQΓ αυτο U+05D0c.a (postea σε) A) ληψεται Q 9 εξειλακεσθε B* (εξειλασκ. Bᵃ εξιλασκ. Bᵇ) αυτου] + ινα ελεησῃ υμας U+05D0a.c (ras U+05D0c.b) λημψομαι] λημψοντε U+05D0* (-μαι U+05D0c.a , c. ᵇ) 10 συγκλ. Bᵃ fort ᵇAQ αναιψεται U+05D0* (αναφ.U+05D0¹ et postea) 11 απ] απο AΓ om και 1⁰ AQ δυσ μων B* δυ| σμων Bᵃᵇ | εθνεσι bis Qᵃ προσαγεται] προσαγαγετε επι A προσαγαγετε Q* ᵛⁱᵈ (.αγεται Qᵃ) 12 εξου- δενωται U+05D0c.a a (postea νωνται) 13 κακοπαθειας BᵃᵇAQᵃ ᵛⁱᵈ εξεφυσησατε U+05D0 | εισφερετε A* (εισεφ. A¹) αρπαγματα] pr τα U+05D0c.bA εαν φερητε] προσφε- ρετε U+05D0c.a c.b εαν θυσητε Γ την θυσιαν] om την ΑQΓ 14 υπηρχεν] +αυτω A τω ποιμνιω] om τω Q* (hab Qᵃ) om αυτου 1⁰ A θυει] θυσι U+05D0 | μεγας βασι- λευς A II 1 οι ιερεις] τους ιερ. Γ 2 ακουσητε] υπακουσ. AΓ om εαν μη (20) Bc.b (bostea ras) θησθε] θεσθε U+05D0c.a a, c.l ᵇ εις την καρδιαν (1⁰)] εν ταις καρδιαις φc.b (postea repos εις την καρδιαν) εξαποστελλω U+05D0* (στελω U+05D0c.a a, c.b) και διασκεδασω...υμιν] obelos adpinx et in mg ου κ΄ παρ εβρ. B?ᵐᵍ)

96
[*](B) ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς τὴν καρδίαν ὑμῶν.

ἰδου ἐγὼ ἀφορίζω ὑμῖν, τὸν ὥμον, καὶ σκορπιῶ ἔνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν, ἔνυστρον ἑορτῶν, καὶ λήμψομαι ὑμᾶς εἰς τὸ αὐτό·

καὶ ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην, τοῦ εἰναι τὴν διαθήκην μου πρὸς τοὺς Λευείτας, λέγει Κύριος Ιαντοκράτωρ.

ἡ διαθήκη μου ἦν μετʼ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης. καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαι καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν.

νόμος ἀληθείας ἣν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετʼ ἐμοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας.

ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου Γαντοκράτορός ἐστιν.

ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ ἠσθενήσατε πολλοὺς ἐν νόμῳ, διεφθείρατε τὴν διαθήκην τοῦ Λευὶ, λέγει Κύριος Γαντοκράτωρ.

κἀγὼ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ ἀπερριμμένους εἰς πάντα τὰ ἔθνη, ἀνθʼ ὧν ὑμεῖς οὐ φυλάσσεσθε τὰς ὁδούς μου ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ.

Οὐχὶ θεὸς εἰς ἔκτισεν ὑμᾶς; οὐχὶ πατὴρ εἰς πάντων ὑμῶν; τί ὅτι ἐνκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, τοῦ βεβηλῶσαι τὴν διαθήκην τῶν πατέρων ὑμῶν;

ἐνκατελίφθη Ἰούδας, καὶ βδέλυγμα ἐγένετο ἐν τῷ Ἰσραὴλ καὶ ἐν Ἰερουσαλήμ, διότι ἐβεβήλωσεν Ἰούδας τὰ ἅγια Κυρίου, ἐν οἷς ἠγάπησεν καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους.

ἐξολεθρεύσει Κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτωI Ἰακὼβ καὶ ἐκ προσαγόντων θυσίαν τῷ κυρίῳ IΙαντοκράτορι.