Michaeas

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

διότι ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ οἴκου δουλίας ἐλυτρωσάμην σε, καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωσῆν καὶ Ἀαρὼν καὶ Μαριάμ.

λαός μου, μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σοῦ Βαλὰκ βασιλεὺς Μωάβ, καὶ τί ἀπεκρίθη αὐτῷ Βαλαὰμ υἱὸς τοῦ Βεὼρ ἀπὸ τῶν σχοίνων ἕως τοῦ Γαλγάλ, ὅπως γνωσθῇ ἡ δικαιοσύνη τοῦ κυρίου.

ἐν τίνι καταλάβω τὸν κύριον , ἀντιλήμψομαι θεοῦ μου Γψίστου; εἰ καταλήμψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν ἐν μόσχοις ἐνιαυσίοις;

εἰ προσδέξεται Κύριος ἐν χιλιάσιν κριῶν ἤ ἐν μυριάσιν χιμάραον πιόνων; εἰ δὰι πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπέρ ἁμαρτίας ψυχῆς μου;

εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν; ἡ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλʼ ἡ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεον καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου θεοῦ σου;

Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ. ἄκουε, φυλή, καὶ τίς κοσμήσει πόλιν;

μὴ πῦρ καὶ οἰκὸς ἀνόμου θησαυρίζων θησαυροὺς ἀνόμους, καὶ μετὰ ὕβρεως ἀδικία;

εζ ὄικαιωθήσεται ἐν ζυγῷ ἄνομος, καὶ ἐν μαρσίππῳ στάθμια δόλου;

ἐξ ὧν τὸν πλοῦτον αὐτῶν ἀσεβείας ἔπλησαν, καὶ οἱ κατοικοῦντες αὐτὴν ἐλάλουν ψεύδη, καὶ ἡ γλῶσσα αὐτῶν, ὑψώθητι ἐν τῷ στόματι αὐτῶν.

καὶ ἐγὼ ἄρξομαι τοῦ πατάξαι σε, ἀφανιῶ σε ἐν ταῖς ἁμαρτίαις σου.

σὺ φάγεσαι καὶ οὐ μὴ ἐμπλησθῇς, καὶ σκοτάσει ἐν σοὶ καὶ ἐκνεύσει, καὶ σὺ οὐ μὴ διασωθῇς, καὶ ὅσοι ἐὰν διασωθῶσιν εἰς όομφαίαν παραδοθήσονται·