Michaeas

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

σὺ σ περεῖς καὶ οὐ μὴ ἀμήσῃς. σὺ πιέσεις ἐλαίαν καὶ οὐ μὴ ἀλείψῃ ἕλαιον, καὶ οἰνον καὶ οὐ μὴ [*](2 λαοι] βουνοι AQ* (ορη ᵐᵍ) 4 δουλειας BᵃᵇAQ Μωυσην Q 5 τι AQ δη Q* (δη τι Qᵃ) αυτω απεκριθη Q 6 αντιληψομαι Q om θεου μου Υψ. ει καταλημψ. Q* (hab Qᵐᵍ) 7 Κυοιος] pr ο A χιλιασι Qᵃ |χμαρων] αρνων A 8 ανηγγελη] απηγγελη Qᵃ εκζητει κς Q ελεος AQ θεου] pr του A 9 ᾳφοβουμενους] pr τους A τις] τι A 10 ἀνόμου] ανομων AQ ανομους] ανομιας AQ* (μους Qᵃ) om και 2⁰ A 11 εἰ| pr και AQ 18 επλησαν] ενεπλησαν Aᵃ (επλ. a¹) ἐλάλουν] ελαλησαν ᵇᵃ ψευδη] οἱ λ αδικα Qᵐᵍ υψωθη A) 10 κσι]| + γε Qa αρκομαι] εβασανισα επι σε δια )Ν αφανιῶ] pr και A εν] επι A 14 εμπλησθης] + και ςξωσω σε εν σοι Q in mg ct Sup raS σκοτσει εν σοι και εκνεύσει] σκ. ἐε σοι και εννευσει Q* ᵛiᵈ καταλήψῃ (sup ras et inprob καί ενν.) Q1? θε σκ. εν σοι και εκν. Qng om συ2⁰ AQ εαν] αν Q 15 σπειρεις Q*ᵛiᵈ | αμησεις Q συ πιεσεις] εκπιεσεις Qᵃ ᵛⁱᵈ ελαιαν] ελαιον Qᵃ)

36
[*](B) πίητε, καὶ ἀφανισθήσεται νόμιμα λαοῦ μου.

καὶ ἐφύλαξας τὰ δικαιώματα Ζαμβρεὶ καὶ πάντα τὰ ἔργα οἴκου Ἀχαάβ, καὶ ἐπορεύθητε ἐν ταῖς ὁδοῖς αὐτῶν, ὅπως παραδῶ σε εἰς ἀφανισμὸν καὶ τοὺς κατοικοῦντας αὐτὴν εἰς συρισμόν, καὶ ὀνείδη λαῶν λήψεσθε.

Οἵμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτῳ, οὐχ ὑπάρχοντος βότρυος τοῦ φαγεῖν τὰ πρωτόγονα. οἵμοι ψυχή,

ὅτι ἀπόλωλεν εὐσεβὴς ἀπὸ τῆς γῆς. καὶ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ,

ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν· ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτῆς εἰρηνικοὺς λόγους ἐλάλησεν, καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν. καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν

ὁὡς σής ἐκτρώγων καὶ βαδίζων ἐπὶ κανόνος ἐν ἡμέρᾳ σκοπιᾶς. οὐαὶ οὐαί, αἱ ἐκδικήσεις σου ἤκασιν, νῦν ἔσονται κλαυθμοὶ αὐτῶν.

μὴ καταπιστεύετε ἐν φίλοις, καὶ μή ἐλπίζετε ἐπὶ ἡγουμένοις, ἀπὸ τῆς συνκοίτου σου φύλαξαι τοῦ ἀναθέσθαι τι αὐτῇ·

διότι υἱὸς ἀτιμάζει πατέρα, θυγάτηρ ἐπαναστήσεται ἐπὶ τήν μητέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς, ἐχθροὶ πάντες ἀνδρὸς οἱ ἐν τῷ οἴκῳ αὐτοῦ.

Ἐγὼ δὲ ἐπὶ τὸν κύριον ἐπιβλέψομαι. ὑπομενῶ ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου, εἰσακούσεταί μου ὁ θεός μου.

μὴ ἐπίχαιρέ μοι ἡ ἐχθρά μου ὅτι πέπτωκα, καὶ ἀναστήσομαι· διότι ἐὰν καθίσω ἐν τῷ σκότει, Κύριος φωτιεῖ μοι.

ὀργὴν Κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου· καὶ ποιήσει τὸ κρίμα μου καὶ ἐξάξεις με εἰς τὸ φῶς, ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ·