Michaeas
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
διὰ τοῦτο λέγει Κύριος Ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακά, ἐξ ὦν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν, καὶ οὐ μὴ πορευθῆτε ὄρθοὶ ἐξαίφνης, ὅτι καιρὸς πονηρός ἐστιν.
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λημφθήσεται ἐφʼ ὑμᾶς παραβολή, καὶ θρηνηθήσεται θρῆνος ἐν μέλει λέγων αλαιπωρίᾳ ἐταλαιπωρήσαμεν· μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύσων αὐτὸν τοῦ ἀποστρέψαι· οἱ ἀγροὶ [*](ΑQ) [*](7 συνεστρεψεν] επεστρεφεν Qmᵍ 8 θρηνησει] πενθησει Qmg ποιη- σεται] pr και A δρακόντων] ντω | sup ras Bᵃᵇ σιρηνων Q* 10 εν Ακειμ] [εν] Βαχειμ Qmg γhν] μμων A καταγελωτα 2⁰] pr εις Qᵃ θῶν sup rue Aᵃ 11 Σεννααρ...οικον sup ras Bᵃᵇ Σεννααρ] Σεννααν Qᵃ ληψεται Q 15 ψόφος] pr0 ηφ c0ep π (²γ) B*ᵛⁱᵈ αυτη] αυτης A (θ Ιαυτη) Qmg) εστι Qᵃ Σιων BᵇA) ασεβειαι] pr αι A 14 δωσεις A κενον εγενοντο BQ*8 κενα εγενετο AQ* (-νοντο Qᵃ) του Ισραηλ] om του A 15 αγαγωσιν] σγάγω σοι )ᵈᵍ Ὀδολλὰμ λ 1⁰ ras Bᵃvidⁱ 16 εμπλατυνον BᵃᵇQ) κηρειαν BᵃᵇQᵃ (ξυρησιν Qᵐᵍ) II 1 οὕτων 10 sup ras pll lilt Aᵇ 2 οἴκους] ὗς sup ras A om και 6⁰ AQ* (hab Qmᵍ) 3 ορθροι A 4 ληφθήσεται Q)
διὰ τοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν [*](B) κλήρῳ ἐν ἐκκλησίᾳ Κυρίου.
μὴ κλαίετε δάκρυσιν, μηδέ δακρυέτωσαν ἐπὶ τούτοις· οὐ γὰρ ἀπώσεται ὀνείδη
ὁ λέγων Οἶκος Ἰακὼβ παρώργισεν πνεῦμα Κυρίου. εἰ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστίν; οὐχ οἱ λόγοι αὐτοῦ εἰσὶν καλοὶ μετʼ αὐτοῦ, καὶ ὀρθοὶ πεπόρευνται;
καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη· κατέναντι τῆς εἰρήνης αὐτοῦ τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου.
ἡγούμενοι λαοῦ μου ἀποριφήσονται ἐκ τῶν οἰκιῶν τρυφῆς αὐτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν. ἐγγίσατε ὄρεσιν αἰωνίοις·
ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστιν σοι αὕτη ἀνάπαυσις ἕνεκεν ἀκαθαρσίας. διεφθάρητε φθόρῳ,
κατεδιώχθητε οὐδενὸς διώκοντος· πνεῦμα ἔστησεν ψεῦδος, ἐστάλαξέν σοι εἰς οἶνον καὶ μέθυσμα. καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου