Michaeas

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Οἱ ἐν Γέθ, μὴ μεγαλύνεσθε, οἱ ἐν Ἀκείμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου καταγέλωτα· γῆν καταπάσασθε καταγέλωτα ὑμῶν·

κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθεν κατοικοῦσα Σεναάρ, κόψασθαι οἶκον ἐχόμενον αὐτῆς· λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.

τίς ἡρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας ; ὅτι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἰερουσαλήμ,

ψόφος ἁρμάτων καὶ ἱππευόντων. κατοικοῦσα λαχεἱς ἀρχηγὸς ἁμαρτίας αὕτη ἐστὶν τῇ θυγατρὶ Σειών, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ.

διὰ τοῦτο δώσει ἐξαποστελλομένους ἕως κληρονομίας Γέθ, οἴκους ματαί ους, εἰς κενὸν ἐγένοντο τοῖς βασιλεῦσιν τοῦ Ἰσραήλ·

ἕως τοῖς κληρονόμους ἀγάγωσιν, κατοικοῦσα Λάχεις· κληρονομία ἕως Ὀδολλὰμ ἤξει, ἡ δόξα τῆς θυγατρὸς Ἰσραήλ.

ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐνπλάτυνον τὴν χηρίαν σου ὡς ἀετός, ὅτι ήχμαλωτεύθησαν ἀπὸ σοῦ.

ʼΕγένοντο λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταῖς αὐτῶν, καὶ ἄμα τῇ ἡμέρᾳ συνετέλουν αὐτά, διότι οὐκ ἥραν πρὸς τὸν θεὸν τὰς χεῖρας αὐτῶν·

καὶ ἐπεθύμουν ἀγρούς, καὶ διήρπαζον ὀρφανούς, καὶ οἴκους κατεδυνάστευον, καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, καὶ ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.