Psalmi Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
- Θλίψιν καὶ φωνὴν πολέμου ἤκουσεν τὸ οὖς μου,
- φωνὴν σάλπιγγος ἠχούσης σφαγὴν καὶ ὄλεθρον·
- φωνὴ λαοῦ πολλοῦ ὡς ἀνέμου πολλοῦ σφόδρα,
- ὡς καταιγὶς πυρὸς πολλοῦ φερομένου δι᾿ ἐρήμου.
- καὶ εἶπα τῇ καρδίᾳ μου
- Ποῦ ἄρα κρινεῖ αὐτὸν ὁ θεός
- φωνὴν ἤκουσα εἰς Ἰερουσαλὴμ πόλιν ἁγιάσματος·
- συνετρίβη ἡ ὀσφύς μου ἀπὸ ἀκοῆς, παρελύθη γόνατά μου.
- ἐφοβήθη ἡ καρδία μου, ἐταράχθη τὰ ὀστᾶ μου ὡς λίνον·
- εἶπα Κατευθυνοῦσιν ὁδοὺς αὐτῶν ἐν δικαιοσύνῃ.
- ἀνελογισάμην τὰ κρίματα τοῦ θεοῦ ἀπὸ κτίσεως οὐρανοῦ καὶ γης·
- ἐδικαίωσα τὸν θεὸν ἐν τοῖς κρίμασιν αὐτοῦ τοῖς ἀπʼ αἰῶνος.
- ἀυεκάλυψεν ὁ θεὸς τὰς ἁμαρτίας αὐτῶν ἐναντίον τοῦ ἡλίου·
- ἔγνω πᾶσα ἡ γῆ τὰ κρίματα τοῦ θεοῦ τὰ δίκαια.
- ἐν καταγαίοις κρυφίοις αἵ παρανομίαι αὐτῶν ἐν παροργισμῷ·
- υἱὸς μετὰ μητρὸς καὶ πατὴρ μετὰ θυγατρὸς συνεφύροντο.
- ἐμοιχῶντο ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ·
- συνέθεντο αὐτοῖς συνθήκας μετὰ ὅρκου περὶ τούτων.
- τὰ ἅγια τοῦ θεοῦ διηρπάζοσαν,
- ὼς μὴ ὄντος κληρονόμου λυτρουμένου.
775
- ἐπατοῦσαν τὸ θυσιαστήριον Κυρίου ἀπὸ πάσης ἀκαθαρσίας [*](r)
- §iκαὶ ἐν ἀφέδρῳ αἵματος ἐμίαναν τὰς θυσίας, ὡς κρέα βέβηλα·
- οὐ παρέλειπον ἁμαρτίαν ῆν οὐκ ἐποίησαν ὑπέρ τὰ ἔθνη.
- διὰ τοῦτο ἐκέρασεν αὐτοῖς ὁ θεὸς πνεῦμα πλανήσεαως,
- ἐπότισεν αὐτοὺς ποτήριον οἴνου ἀκράτου εἰς μέθην.
- ἤγαγεν τὸν ἀπʼ ἐσχάτου τῆς γῆς, τὸν παίοντα κραταιῶς,
- ἔκρινεν τὸν πόλεμον ἐπὶ Ἰερουσαλὴμ καὶ τὴν γῆν αὐτῆς.
- ἠπάντησαν αὐτῷ οἱ ἄρχοντες τῆς γῆς μετὰ χαρδς.
- εἶπαν αὐτῷ Ἐπευκτὴ ἡ ὁδός σου· δεῦτε εἰσέλθατε μετʼ εἰρήνης
- ὡμάλισαν ὁδοὺς τραχείας ἀπὸ εἰσόδου αὐτοῦ,
- ἤνοιξαν πύλας ἐπὶ Ἰερουσαλήμ, ἐστεφάνωσαν τείχη αὐτῆς.
- εἰσῆλθεν ὡς πατήρ εἰς οἶκον υἱῶν αὐτοῦ μετ εἰρήνης.
- ἔστησεν τοὺς πόδας αὐτοῦ μετὰ ἀσφαλείας πολλῆς.