Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. ηὐφράνθησαν οἱ φοβούμενοι Κύριον ἐν ἀγαθοῖς,
  2. καὶ ἡ χρηστότης σου ἐπὶ Ἰσραὴλ τῇ βασιλείᾳ συυ.
  1. εὐλογημένη ἡ δόξα Κυρίου.
  2. ὅτι αὐτὸς βασιλεῖς ἡμῶν.
[*](chilmpv)[*](7 ἀποστρέφῃ lr] ἀποστρέψῃς ὶ ἀποστρέψεις linpς (de c non liq) εἰ ο θεος ημων chilmpv 8 βαρυνεις i 9 αλλα hmpv 11 τρέφεις] + κε cfort ερημοις] pr εν chilmpv 12 πεινασωσι chilmpv αρουσι chilmpv προσωπον ir] προσωπα chlmpς 13 αρχοντας cilr] pr τους hmpv τρεφεις] στρεφεις r 14 ερπακουσῃς r ελεω chilmpv 15 φειδω clr] ηφειδοι i φίλω hmpv και εαν clr] + και himpv 16 ου 1⁰] ουκ r η ελπις επι σε] επι σε Κυριε η ελπις chilmpv 18 αυταρκιας r (-κειας cl)] αυταρ- κεσιας hmpv 21 ευφρανθησαν chlmpv τη βασίλεια] pr εν chlmpv)
    773
  1. Ἐν ἐλπίδι τῷ Σαλωμών.
    1. Μακάριος ἀνὴρ οὗ ἡ καρδία αὐτοῦ ἑτοίμη ἐπικαλέσασθαι τὸ
    2. [*](r)
    3. ὄνομα Κυρίου·
    1. ἐν τῷ μνημονεύειν αὐτὸν τὸ ὄνομα Κυρίου σωθήσεται
    1. αἱ ὁδοὶ αὐτοῦ κατευθύνονται ὑπὸ Κυρίου,
    2. καὶ πεφυλαγμένα ἔργα χειρῶν αὐτοῦ ὑπὸ Κυρίου θεοῦ αὐτοῦ
    1. ἀπὸ ὁράσεως πονηρῶν ἐνυπνίων αὐτοῦ οὐ ταραχθήσεται·
    1. ἡ ψυχὴ αὐτοῦ ἐν διαβάσει ποταμῶν καὶ σάλῳ θαλασσῶν οὐ
    2. πτοηθήσεται.
    1. ἐξανέστη ἐξ ὕπνου αὐτοῦ,
    2. καὶ ηὐλόγησεν τῷ ὀνόματι Κυρίου.
    1. ἐπ εὐσταθίᾳ καρδίας αὐτοῦ ἐξύμνησεν τῷ ἀνόματι τοῦ θεοῦ,
    2. καὶ ἐδεήθη τοῦ προσώπου Κυρίου περὶ παντὸς τοῦ οἴκου
    3. αὐτοῦ.
    1. καὶ Κύριος εἰσήκουσεν προσευχὴν παντὸς ἐν φοίβῳ θεοῦ,
    2. καὶ πᾶν αἴτημα ψυχῆς ἐλπιζούσης πρὸς αὐτὸν ἐπιτελεῖ ὁ
    3. κύριος.
    1. εὺλογητὸς Κύριος ὁ ποιῶν ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθεία.
  1. Τῷ Σαλωμών· ἐπιστροφῆς.
    1. Μὴ ἀποσκηνώσῃς ἀφʼ ἡμῶν, ὁ θεός,
    2. ἵνα μὴ ἐπιθῶνται ἡμῖν οἵ ἐμίσησαν ἡμᾶς δωρεάν.
    1. ὅτι ἀπώσω αὐτούς, ὁ θεός·
    2. μὴ πατησάτω ὁ ποὺς αὐτῶν κληρονομίαν ἁγιὶσματός σου.
    1. σὺ ἐν θελήματί σου παίδευσον ἡμᾶς.
    2. καὶ μὴ δῷς ἔθνεσιν.
    1. ἐὰν γὰρ ἀποστείλῃς θάνατον, σὺ ἐντελῇ αὐτῷ περὶ ἡμῶν·
    2. ὅτι σὺ ἐλεήμων, καὶ οὐκ ὀργισθήσῃ τοῦ συντελέσαι ἡμᾶς,
    1. ἐν τῷ κατασκηνοῦν τὸ ὄνομά σου ἐν μέσῳ ἡμῶν ἐλεηθησόμεθα.
    [*](VI ζ c|] έ h om r Σαλομων chl Σολομων r (doest tit in m) 1 επι- chlmpv καλεσασθαι cr] επικαλεισθαι hlmpv 4 ορασεων chlmpv σαλων hmpv σαλον clr 6 ευλογησεν l ευλογησε chmpv τω ονοματι clr] το ονομα hmpv 7 ευσταθια] ευσταθεια chlv εξυμνησε chlmpv τω ονοματι clr] το ονομα hmpv του θεου] + αυτου chlmpv 8 εισηκουσε chlmpv | ο κυριος] om ο chlmpv 9 ελεος clr] ελεον hmpv VII ζ΄ clr] ζ΄ hν ¹ Σαλομων chlmpv Σολομων r doest tit in m 1 μισησαντες chlmpv)
    774
    [*](r)
    1. καί οὐκ ἰσχύσει πρὸς ἡμᾶς ἔθνος,
    2. ὅτι σὺ ὑπερασπιστὴς ἡμῶν.
    1. καὶ ἡμεῖς ἐπικαλεσόμεθά σε, καὶ σὺ ἐπακούσῃ ἡμῶν·
    1. ῆτι σὺ οἰκτειρήσεις τὸ γένος Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ
    2. οὐκ ἀπώσει·
    3. καὶ ἡμεῖς ὑπὸ ζυγόν σου τὸν αἰῶνα,
    4. καὶ μάστιγα παιδίας σου.
    1. κατευθυνεῖς ἡμᾶς ἐν καιρῷ ἀντιλήψεως σου,
    2. τοῦ ἐλεῆσαι τὸν οἶκον Ἰακὼβ εἰς ἡμέραν ἐν ἧ ἐπηγγείλω αὐτοῖς.