Psalmi Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
- ἐλνείδισαν γὰρ ἔθνη Ἰερουσαλὴμ ἐν καταπατήσει·
- κατέσπασεν τὸ κάλλος αὐτῆς ἀπὸ θρόνου δόξης.
- περιεζώσατο σάκκον ἀντὶ ἐνδύματος εὐπρεπείας,
- σχοινίον περὶ τὴν κεφαλὴν αὐτῆς ἀντὶ στεφάνου.
- περιείλατο μίτραν δόξης ἣν περιέθηκεν αὐτή ὁ θεός
- ἐν ἀτιμίᾳ τὸ κάλλος αὐτῆς ἀπερρίφη ἐπὶ τὴν γῆν.
- καὶ ἐγὼ εἶδον, καὶ ἐδεήθην τοῦ προσώπου Κυρίου καὶ εἶπον
- Ἱκάνωσον, Κύριε, τοῦ βαρύνεσθαι χεῖράς σου ἐπὶ Ἰσραὴλ
- ἐν ἐπαγωγῇ ἐθνῶν.
- ὑτι ἐνέπαιξαν καὶ οὐκ ἐφείσαντο, ἐν ἀργῇ καὶ θυμῷ μετὰ
- μηνίσεως
- καὶ συντελεσθήσονται, ἐὰν μὴ σύ, Κύριε, ἐπιτιμήσεις αὐτοῖς
- ἐν ὀργή σου.
- ὅτι οὐκ ἐν ζήλει ἐποίησαν, ἁλλ’ ἐν ἐπιθυμίᾳ ψυχῆς.
- ἐκχέαι τὴν ὀργὴν αὐτῶν εἰς ἡμᾶς ἐν ἁρπάγματι.
- καὶ μὴ χρονίσῃς, ὁ θεός, τοῦ ἀποδοῦναι αὐτοῖς εἰς κεφαλάς,
- τοῦ εἰπεῖν τὴν ὑπερηφανίαν τοῦ δράκοντος ἐν ἀτιμίᾳ.
- καὶ οὐκ ἐχρόνισα ἕως ἔδειξέν μοι ὁ θεὸς τὴν ὕβριν αὐτοῦ,
- ἐκκεκεντημένον ἐπὶ τῶν ἀρέων Αἰγύπτου,
- ὑπέρ ἐλαχίστου ἐξουδενωμένον ἐπὶ γῆς καὶ θαλάσσης·
- τὸ σῶμα αὐτοῦ διαφερόμενον ἐπὶ κυμάτων ἐν ὕβρει πολλῇ,
- καὶ οὐκ ἧυ §ὸ θάπτων·
- ὅτι ἐξουθένωσεν αὐτὸν ἐν ἀτιμίᾳ·
- οὐκ ἐλογίσατο ὅτι ἄνθρωπός ἐστιν,
- καὶ τὸ ὕστερον οὐκ ἐλογίσατο.
- εἶπευ Ἐγὼ κύριος γῆς καὶ θαλάσσης ἔσομαι
- καὶ οὐκ ἐπέγνω ὅτι ὁ θεὸς μέγας,
- κραταιὸς ἐν ἰσχύι αὐτοῦ τῇ μεγὶλῃ.
768
[*](r)- αὺτὸς βασιλεὺς ἐπὶ τῶν οὐρανῶον
- καὶ κρίνων βασιλεῖς καὶ ἀρχάς·
- ἀνιστῶν ἐμὲ εἰς δόξαν,
- καὶ κοιμίζων ὑπερηφάνους εἰς ἀπωλίαν αἰῶνος ἐν ἀτιμίᾳ.
- v ὅτι οὐκ ἔγναωσαν αὐτόν.
- καὶ νῦν ἴδετε, οἱ μεγιστᾶνες τῆς γῆς, τὸ κρίμα τοῦ κυρίου·
- ὅτι μέγας βασιλεὺς καὶ δίκαιος, κρίνων τὴν ὑπʼ οὐρανόν.
- εὺλογεῖτε τὸν θεόν, οἱ φοβούμενοι τὸν κύριον ἐν ἐπιστήμη.
- ὅτι τὴ ἔλεος Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν, μετὰ
- κρίματος,
- τηοῦ διαστεῖλαι ἀνὰ μέσον δικαίου καὶ ἁμαρτωλοῦ,
- ἀποδοῦναι ἁμαρτωλοῖς εἰς τὸν αἰῶνα κατὰ τὰ ἔργα αὐτῶν·
- καὶ ἐλεῆσαι δίκαιον ἀπὸ ταπεινώσεως ἁμαρτωλοῦ,
- καὶ ἀποδοῦναι ἁμαρτωλῷ ἀνθʼ ὦν ἐποίησεν δικαίῳ.