Psalmi Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
- αἱ ἀνομίαι αὐτῶν ὑπέρ τὰ πρὸ αὐτῶν ἔθνη,
- ἐβεβήλωσαν τὰ ἅγια Κυρίου ἐν βεβηλώσει.
- ψαλμος τῷ Σαλωμὼν περὶ Ἰερουσαλήμ.
- Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἁμαρτωλὸν ἐν κριῷ κατέβαλλε
- τείχη ὐχυρά.
- καὶ οὐκ ἐκώλυσας.
- ἀνέβησαν ἐπί τὸ θυσιαστήριόν σου ἔθνη ἀλλότρια,
- κατεπατοῦσαν ἐν ὑποδήμασιν οὕτων ἐν ὑπερηφανία.
- ἀνθʼ ὧν οἱ υἱοὶ Ἰερουσαλὴμ ἐμίαναν τὰ ἅγια Κυρίου,
- ἐβεβηλοῦσαν τὰ δῶρα τοῦ θεοῦ ἐν ἀνομίαις·
- ἕνεκεν τούτων εἶπεν Ἀπορίψατε αὐτα μακρὰν ἀπʼ ἐμοῦ,
- οὐκ εὐόδωκεν αὐτοῖς τὸ κάλλος τῆς δόξης αὐτοῦ·
- ἐξουθενώθη ἐνώπιον τοῦ θεοῦ,
- ἠτιμώθη ἕως εἰς τέλος.
- υἱοὶ καὶ θυγατέρες ἐν αἰχμαλαωσίᾳ πονηρά.
- ἐν σφραγῖδι ὁ τράχηλος αὐτῶν, ἐν ἐπισήμῳ ἐν τοῖς ἔθνεσιν·
- κατὰ τὰς ἁμαρτίας αὐτῶν ἐποίησεν αὐτοὶς,
- ὅτι ἐγκατέλειπεν αὐτοὺς εἰς χεῖρας κατισχυόντων·
- ἀπέστρεψεν γὰρ τὸ πρόσωπον αὐτοῦ ἀπὸ ἐλέους αὐτῶν,
- νέον καὶ πρεσβύτην καὶ τέκνα αὐτῶν εἰς ἅπαξ·
- ὅτι πονηρὰ ἐποίησαν εἰς ἅπαξ, τοῦ μὴ ἀκούειν.
- καὶ ὁ οὐρανὸς ἐβαρυθύμησε, καὶ ἡ γῆ ἐβδελύξατο αὐτούς,
- ὅτι οὐκ ἐποίησεν πᾶς ἄνθρωπος ἐπʼ αὐτῆς ὅσα ἐποίησαν.
- καὶ γνώσεται ἡ γῆ τὰ κρίματά σου πάντα τὰ δίκαια, ὁ θεός.
- ἔστησαν τοὺς υἱοὺς Ἰερουσαλὴμ εἰς ἐμπαιγμόν,
- ἀντὶ πορνῶν ἐν αὐτῇ·
- πᾶς ὁ πορευομενος είσεπορεύετο κατέναντι τοῦ ἡλίου·
- ἐνέπαιζον ταῖς ἀνομίαις αὐτῶν·
- καθὰ ἐποίουν αὐτοί, ἀπέναντι τοῦ ἡλίου παρεδειγμάτισαν ἀδικίας
- αὐτῶν.
- καὶ θυγατέρες Ἰερουσαλὴμ βέβηλοι κατὰ τὸ κρίμα σου,
- ἀυθʼ ἰὧν αὐταὶ ἐμιαίωσαν αὑτὰς ἐν φυρμῷ ἀναμίξεως
- τὴν κοιλίαν μου καὶ τὰ σπλάγχνα μου πονῶ ἐπὶ τούτοις.
- ἐγὼ δικαιώσω σε, ὁ θεός, ἐν εὐθύτητι καρδίας·
- ὅτι ἐν τοῖς κρίμασίν σου ἡ δικαιοσύνη σου, ὁ θεός.
- ὅτι ἀπέδωκας τοῖς ἁμαρτωλοῖς κατὰ τὰ ἔργα αὐτῶν,
- καὶ κατὰ τὰς ἁμαρτίας αὐτῶν τὰς πονηρὰς σφόδρα.
- ἀνέκαλυψας τὰς ἁμαρτίας αὐτῶν, ἵνα φανῇ τὸ κρίμα σου·
- ἐξήλειψας τὸ μνημόσυνον αὐτῶν ἀπὸ τῆς γῆς.
- ὁ θεὸς κριτὴς δίκαιος, καὶ οὐ θαυμάσει πρόσαωσον.
766
[*](r)767