Psalmi Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

  1. ἐν ποικιλίᾳ στροφῆς οἱ λόγοι τῆς γλώσσης ἀνδρὸς πονηρῦ.
  2. ὥσπερ ἐν λαῷ πῦρ ἀνάπτον καλλονὴν αὐτοῦ
  1. ἡ παροικία αὐτοῦ, ἐμπλῆσαι οἴκους ἐν γλώσσῃ ψεύδει
  2. ἐκκόψαι δένδρα εὐφροσύνης φλογιζούσης παρανόμους.
  1. συνχέαι οἴκους παρανόμους ἐν πολέμῳ χείλεσι ψιθύροις.
  2. μακρύναι ὁ θεὸς ἀπὸ ἀκάκων χείλη παρανόμων ἐν ἀπορίᾳ,
  3. καὶ σκορπισθείησαν ὀστᾶ ψιθύρων ἀπὸ φοβουμένων Κύριον
  1. ἐν πυρὶ φλογὸς γλῶσσα ψιθυρὸς ἀπόλοιτο ἀπὸ ὁσίων.
  1. φυλάξαι Κύριος ψυχὴν ἡσύχιον μισοῦσαν ἀδίκους,
  2. καὶ κατευθύναι Κύριος ἄνδρα ποιοῦντα εἰρήνην ἐν οἴκῳ.
  1. τοῦ κυρίου ἡ σωτηρία ἐπὶ Ἰσραὴλ παῖδα αὐτοῦ εἰς τὸν αἰῶνα,