Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐλέησον λαόν, Κύριε, κεκλημένον ἐπʼ ὀνόματί σου,
- καὶ Ἰσραὴλ ὃν πρωτογόνῳ ὡμοίωσας.
- οἰκτείρησον πόλιν ἁγιάσματός σου,
- Ἰερουσαλήμ, πόλιν καταπαύματός σου·
- πλῆσον Σιὼν ἀρεταλογίας σου,
- καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου.
- δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασίν σου,
- καὶ ἔγειρον προφητείας τὰς ἐπʼ ὀνόματί σου·
- δὸς μισθὸν τοῖς ὑπομένουσίν σε,
- καὶ οἱ προφῆταί σου ἐμπιστευθήταωσαν.
- κἰσάκουσον, Κύριε, δεήσεως τῶν ἱκετῶν σου
- (19)κατὰ τὴν εὐλογίαν Ἀαρὼν περὶ τοῦ λαοῦ σου,
- καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς
- ὅτι Κύριος εἶ, ὁ θεὸς τῶν αἰώνων.
- Τᾶν βρῶμα φάγεται κοιλία,
- ἔστιν δὲ βρῶμα βρώματος κάλλιον.
- φάρυγξ γεύεται βρώματα θήρας.
- οὕτως καρδία συνετὴ λόγους ψευδεῖς.
- καρδία στρεβλὴ δώσει λύπην,
- καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ.
- πάντα ἄρρενα ἐπιδέξεται γυνή,
- ἔστιν δὲ θυγάτηρ θυγατρὸς κρεῖσσον.
- κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον, [*](11 καταβρωθιητω A* | ο σωζομενος] ο μη σωζ. U+05D0* (improb μη et pr ο ασε- U+05D0ΑC βης U+05D0c.a) | αδικουντες] κατοικουντες A*vid C κακουντες (ras τοι) Aa | απωλιαν U+05D0 13 συναγε] συναγαγε A συναγαγεται C* συναγαγε τας Ca vid XXXV 1 16ᵇ κα- τακληρονομησεις (vid praef)] κατεκληρονομησα BNA 17 om Κυριε U+05D0 πρωτογονω] πρωτοτοκῳ U+05D0c.a 18 πολιν 2⁰] τοπον U+05D0 A 19 πλησον B*c U+05D0 A πλησιον Bᵇ | αρεταλσγιας] αραι (αρε U+05D0A) τα λογια BᵇU+05D0 A vid 20 προφητιας A | τας επ] om τας U+05D0* (hab U+05D0c.a) 21 εμπιστευθησονται U+05D0A 22 ικετων] οικετων U+05D0Α | λαου] υιου U+05D0* (λαου U+05D0c.a) | Κυριος ει] συ ει κς U+05D0 24 φαρυγξ | βαρυγξ A | γευσεται U+05D0 26 θυγατηρος Ν* (η improb Ν¹ postea ras) κρισσων U+05D0A)
- καὶ ὑπέρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει·
718
[*](B)- τἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πρᾳύτης.
- οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθʼ υἱοὺς ἀνθρώπων.
- ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως,
- βοηθὸν κατʼ αὐτὸν καὶ στύλον ἀναπαύσεως.
- οὖ οὐκ ἔστιν φραγμός, διαρπαγήσεται κτῆμα·
- καὶ nὗ οὐκ ἔστιν γυνή, στενάξει πλανώμενος.
- τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ
- σφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν;
- οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσιὰν
- καὶ καταλύοντι οὄ ἐὰν ὀψίσῃ.
- Τᾶς φίλος ἐρεῖ Ἐφιλίασα αὐτῷ κἀγώ
- ἀλλʼ ἔστιν φίλος ὀνόματι μόνον φίλος.
- οὐχὶ λύπη ἔνι ἕως θανάτου
- (2)ἔταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν;
- πονηρὸν ἐνθύμημα, πόθεν ἐνεκυλίσθης
- καλύψαι τὴν ξηρὰν ἐν δολιότητι
- ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ἥδεται,
- καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι·
- ἑταῖρος φίλῳ συνπονεῖ χάριν γαστρός,
- ἔναντι πολέμου λήμψεται ἀσπίδα.