Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- προσευχὴ ταπεινοῦ νεφέλας διῆλθεν,
- καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ·
- καὶ οὐ μὴ ἀποστῇ ἕως ἐπισκέψηται ὁ ὕψιστος,
- καὶ κρινεῖ δικαίως καὶ ποιήσει κρίσιν. [*](§ C)
- καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ
- οὐδὲ μὴ μακροθυμήσει ἐπʼ αὐτοῖς,
- ἕως ἂν συντρίψῃ ὀσφὺν ἀνελεημόνων,
- καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν·
- ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν
- καὶ σκῆπτρα ἀδίκαων συντρίψει·
- ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ,
- καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν·
- ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ
- καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ.
- ώραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ,
- ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας
- Ἐλέησον ἡμᾶς, δέσποτα ὁ θεὸς πάντων,
- καὶ ἐπίβλεψον,
- (2)καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη·
- ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια,
- καὶ ἰδέτωσαν τὴν δυναστείαν σου.
- ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμίν,
- οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς·
- καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν,
- ὅτι οὐκ ἔστιν θεὸς πλὴν σοῦ, Κύριε.
- ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια,
- δόξασον χεῖρα καὶ βραχίονα δεξιόν·
- ἔγειρον θυμὸν καὶ ἔκχεον ἀργήν,
- ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν.
- σπεῦσον καιρὸν καὶ μνήσθητι ὁρκισμοῦ,
- καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου.
717
- ἐν ἀργῇ πυρὸς καταβρωθήτω ὁ σωζόμενος, [*](B)
- καὶ οἱ ἀδικοῦντες τὸν λαόν σου εῦροισαν ἀπώλειαν.
- σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν,
- λεγόντων Οὐκ ἔστιν πλὴν ἡμῶν.
- σύναγε πάσας φυλὰς Ἰακώβ,¶
- bκαὶ κατακληρονομήσεις αὐτοὺς καθὼς ἀπʼ ἀρχῆς.