Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ,
  2. καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται.
  1. μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ,
  2. καὶ ὁ φοβούμενος Κύριον ἐπιστρέψει ἐν καρδίᾳ.
  1. γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ,
  2. ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθάνειν αὐτόν.
  1. ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις
  2. ὡς συνάγων αὐτοῦ τοὺς λίθους εἰς χειμῶνα.
  1. στιππύον συνηγμένον συναγααωγὴ ἀνόμων,
  2. καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός.
  1. ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίθων,
  2. καὶ ἐπʼ ἐσχάτῳ αὐτῆς βόθρος ᾅδου.
  1. ὁ φυλάσσων νόμον κατακρατεῖ τοῦ ἐννοήματος αὐτοῦ,
  2. (13)καὶ συντέλεια τοῦ φόβου Κυρίου σοφία.
  1. §12οὐ παιδευθήσεται ὃς οὐκ ἔστιν πανοῦργος·
  2. [*](§C)
  3. (15)ἔστιν πανουργία πληθύνουσα πικρίαν.