Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται,
  2. καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ζωῆς.
  1. ἔγκατα μωροῦ ὡς ἅγγιον συντετριμμένον,
  2. καὶ πᾶσαν γνῶσιν οὐ κρατήσει.
  1. λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων,
  2. [*](ΧX Ι 1 2 λεοντες U+05D0* (-τος U+05D0c.a) 3 τη πληγη] pr και A 4 καταπληγμος U+05D0ΑC και] κακων πλῆθος κ Bᵃ? c? ? ᵐᵍ | υπερηφανων U+05D0c.aA 5 στοματος εως] τος εως sup litur B?ᵛⁱᵈ 6 ελεγμον] ελεγχον A | ιχνη B? | αμαρτωλου] retract aliq B? | Κυριον] τον θν A 7 ολισθαινειν U+05D0c.a ⁽ᵛⁱᵈ) 8 συναγων] pr ο U+05D0 | τους λιθους αυτου U+05D0Α 9 στυππιον A | συναγωγη] υνα sup litur Bᵃ εισαγωγη A 10 εσχατω] εσχατου U+05D0 εσχατω| A 11 κατακρατει] κατακρατησει U+05D0 | om του εννοηματος αυτου (hab τ. νοηματος αυτ. U+05D0c.a) | συντελια U+05D0 12 εστιν 2⁰] δε U+05D0Α AC | πανουργεια A | πικριαν] παιδιαν)
    686
    [*](B)
  3. αἰνέσει αὐτὸν καὶ ἐπʼ αὐτὸν προσθήσει·
  4. ἤκουσεν ὁ σπαταλῶν καὶ ἀπήρεσεν αὐτῷ,
  5. καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ.
  1. ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον,
  2. ἐπὶ δὲ χείλους συνετοῦ εὑρεθήσεται χάρις.
  1. στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ.
  2. καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσεται ἐν καρδίᾳ.
  1. ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία,
  2. καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι.
  1. πέδαι ἐν ποσὶν ἀνοήτοις παιδεία,
  2. καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς.
  1. μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ,
  2. ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῇ μειδιάσει.