Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.
καὶ ἀνεπαύσατο Σολομῶν μετὰ τῶν πατέρων, καὶ κατέλιπε μετ’ αὐτὸν ἀπὸ τοῦ σπέρματος αὐτοῦ, λαοῦ ἀφροσύνην καὶ ἐλαττούμενον συνέσει, ᾿Ροβοάμ, ὃς ἀπ’ ἔστησε λαὸν ἐκ βουλῆς αὐτοῦ,
καὶ ῾Ιεροβοὰμ υἱὸς Ναβὰτ ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ,
καὶ ἔδωκε τῷ ᾿Εφραὶμ ὁδὸν ἁμαρτίας, καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα, ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς,
ἕως ὀργὴ καὶ ἐκδίκησις ἔλθῃ ἐπ’ αὐτούς.
καὶ ἀνέστη ᾿Ηλίας προφήτης ὡς πῦρ, καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο.
ὃς ἐπήγαγεν ἐπ’ αὐτοὺς λιμὸν ἰσχυρόν, καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς.
ἐν λόγῳ κυρίου ἀνέσχεν οὐρανόν,
ὡς ἐδοξάσθης, ᾿Ηλία, ἐν τοῖς θαυμασίοις σου· καὶ τίς ὅμοιός σοι καυχᾶσθαι;
ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ᾅδου ψυχὴν ἐν λόγῳ Ὑψίστου·
καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν.