Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.
ὡς ἐσοφίσθη ἐν νεότητι αὐτοῦ καὶ ἐνεπλήσθη ὡς ποταμὸς συνέσεως.
γῆν ἐπεκάλυψεν ἡ ψυχή σου πᾶσαν, καὶ ἐνέπλησε παραβολαῖς αἰνιγμάτων·
εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου, καὶ ἠγάπησεν ἐν τῇ εἰρήνῃ σου·
ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς καὶ ἑρμηνείαις ἀπεθαύμασαν αἱ χῶραι·
ἐν ὀνόματι κυρίου τοῦ θεοῦ πάσης τῆς γῆς τοῦ ἐπικαλεσαμένου σου θεοῦ ᾿Ισραήλ· συνήγαγες ὡς κασσίτηρον τὸ χρυσίον, καὶ ὡς μόλυβον ἐπλήθυνας τὸ ἀργύριον.
παρενέκλινας τὰ σπλάγχνα σὺν γυναιξί, καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου.
ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου, καὶ ἐβεβήλωσας [*](187 2) τὸ σπέρμα σου, ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα
γενέσθαι δίχα τυραννίδος καὶ ἐξ Ἐφραὶμ ἄρξαι βασιλείαν ἀπειθῆ.
[*](8 Cod. marg. καἰ ἠγάπησε τὸν ποιήσαντα αὐτόν 9 Cod. καθημέραν)ὁ δὲ κύριος ἰὸς οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ, καὶ οὐ μὴ διαφθαρῇ ἀπὸ τῶν ἔργων αὐτοῦ, οὐδ’ οὐ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα, καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ·
καὶ τῷ ᾿Ιακὼβ ἔδωκε κατάλειμμα, καὶ τῷ Δαυὶδ ἐξ αὐτοῦ ῥίζαν.