Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω Δυνάστου, καὶ ἐν ἡμέρᾳ Μώσεως ἑ ποίησεν ἔλεος, αὐτὸς καὶ Χαλὲβ υἱὸς ᾿Ιεφονῆ ἀντιστῆναι ἐναντίον ἐκκλησίας,

κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας, καὶ κοπάσαι γογγυσμὸν [*](21 καἰ γαρ isdem litteris quibus tituli 2 ἐν Ι ο isdem litteris quibus tituli)

64
πονηρίας.

καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν,

εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι· καὶ ἔδωκεν ὁ κύριος τῷ Χαλὲβ ἰσχύν, καὶ ἕως γήρου διέμεινεν αὐτῷ, καὶ ἐπιβῆναι αὐτὸν ἐπὶ τὸ ὕψος τῆς γῆς, καὶ τὸ σπέρμα αὐτοῦ κατέσχε κληρονομίαν·

ὅπως ἴδωσι πάντες οἱ υἱοὶ ᾿Ισραὴλ ὅτι καλὸν τὸ πορεύεσθαι [*](186 2) ὀπίσω τοῦ κυρίου.

καὶ οἱ κριταί, ἕκαστος τῷ αὐτοῦ ὀνόματι, ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία καὶ ὅσοι οὐκ ἀπερτράφησαν ἀπὸ τοῦ κυρίου, καὶ τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις·

τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐπὶ τοῦ τόπου αὐτῶν, καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμενον ἐν υἱοῖς δεδοξασμένων αὐτῶν.