Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

κραταιὸς ἐν πολέμῳ Ἰησοῦς ὁ τοῦ Ναυῦ καὶ διάδοχος Μωσῆ ἐν προφητείαις, ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ,

ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς, ὅπως κατακληρονομήσῃ τὸν ᾿Ισραήλ.

ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ καὶ ἐν τῷ ἐκτεῖναι ῥομφαίαν ἐπὶ πόλεις.

τίς πρότερος αὐτοῦ οὕτως ἔστη ; τοὺς γὰρ πολέμους Κυρίου αὐτὸς ἐπήγαγεν.

οὐχὶ ἐν χειρὶ αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος, καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο;

ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην ἐν τῷ ἐκθλίψαι αὐτὸν ἐχθροὺς κυκλόθεν· καὶ ἐπήκουσεν αὐτοῦ μέγας Κύριος ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς·

κατέρραξεν ἐπὶ ἔθνη πόλεμον, καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας, ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτῶν, ὅτι ἐναντίον κυρίου ὁ πόλεμος αὐτοῦ·